26.5
φρέατα δὲ ὀρύξαντες, ὕδωρ ὀλίγον καὶ πονηρὸν ἀρυσάμενοι ταύτῃ μὲν τῇ ἡμέρῃ ἐπὶ ἀγκυρέων ὥρμεον, ὅτι ῥηχίη κατὰ τὸν αἰγιαλὸν ἀνεῖχεν·
26.6
ἐς δὲ τήν ὑστεραίην καταίρουσιν ἐς Κόλτα, σταδίους ἐλθόντες διηκοσίους. ἐνθένδε ἕωθεν πλώσαντες σταδίους ἑξακοσίους ἐν Καλάμοισιν ὁρμίζονται. κώμη πρὸς τῷ αἰγιαλῷ φοίνικες δὲ περὶ αὐτὴν ὀλίγοι ἐπεφύκεσαν, καὶ βάλανοι ἐπʼ αὐτοῖσι χλωραὶ ἐπῆσαν. καὶ νῆσος ὡς ἑκατὸν σταδίους ἀπὸ τοῦ αἰγιαλοῦ ἀπέχουσα, Καρνίνη οὔνομα.
26.7
ἐνθαῦτα ξείνια Νεάρχῳ προσφέρουσιν οἱ κωμῆται πρόβατα καὶ ἰχθύας· καὶ τῶν προβάτων τὰ κρέα λέγει ὅτι ἦν ἰχθυώδεα, ἴσα τοῖαι τῶν ὀρνίθων τῶν πελαγίων, ὅτι καὶ αὐτὰ ἰχθύας σιτέεται· ποίη γὰρ οὐκ ἔνι ἐν τῇ χώρῃ.
26.8
ἀλλὰ τῇ ὑστεραίῃ πλώσαντες ἐς σταδίους διηκοσίους ὁρμίζονται πρὸς αἰγιαλῷ καὶ κώμῃ ἀπὸ θαλάσσης ἐς σταδίους τριήκοντα ἀπεχούσῃ· ἡ μὲν κώμη Κίσσα ἐκαλέετο, Καρβὶς δὲ τῷ αἰγιαλῷ οὔνομα ἦν.
26.9
ἐνθαῦτα πλοίοισιν ἐπιτυγχάνουσι σμικροῖσιν, οἷα ἁλιέων πλοῖα οὐκ εὐδαιμόνων· αὐτοὺς δὲ οὐ καταλαμβάνουσιν, ἀλλʼ ἔφυγον γὰρ κατορμιζομένας κατιδόντες τὰς νέας. σῖτός τε αὐτόθι οὐκ ἐνῆν, καἰ ἐπελελοίπει τὴν στρατιὴν ὁ πολλός· ἀλλὰ αἶγας ἐμβαλόμενοι ἐς τὰς νέας, οὕτω δὴ ἀπέπλωον. καὶ περιπλώσαντες ἄκρην ὑψηλὴν ὅσον πεντήκοντα καὶ ἑκατὸν σταδίους ἀνέχουσαν ἐς τὸν πόντον, κατάγονται ἐν λιμένι ἀκλύστῳ. καὶ ὕδωρ αὐτόθι ἦν, καὶ ἁλιέες ᾤκεον· Μοσαρνὰ οὔνομα ἦν τῷ λιμένι.
27.1
ἐνθένδε κατηγεμὼν τοῦ πλόου λέγει Νέαρχος ὅτι συνέπλωσεν αὐτοῖσιν Ὑδράκης οὔνομα, Γαδρώσιος· ὑπέστη δὲ Ὑδράκης καταστήσειν αὐτοὺς μέχρι Καρμανίης. τὰ δὲ ἀπὸ τοῦδε οὐκέτι χαλεπὰ ἦν, ἀλλὰ μᾶλλόν τι εὔορμα, ἔστε ἐπὶ τὸν κόλπον τὸν Περσικόν.
27.2
ἐκ δὲ Μοσαρνῶν νυκτὸς ἄραντες πλώουσι σταδίους ἑπτακοσίους καὶ πεντήκοντα ἐς Βάλωμον αἰγιαλόν· ἐνθένθε ἐς Βάρνα κώμην σταδίους τετρακοσίους, ἵνα φοίνικές τε πολλοὶ ἐνῆσαν καὶ κῆπος, καὶ ἐν τῷ κήπῳ μύρσιναι ἐπεφύκεσαν καὶ ἄλλα ἄνθεα, ἀπʼ ὅτων στεφανώματα τοῖσι κωμήτῃσιν ἐπλέκετο· ἐνθαῦτα πρῶτον δένδρεά τε εἶδον ἥμερα, καὶ ἀνθρώπους οὐ πάντη θηριώδεας ἐποικέοντας