Thesauros Literature History Ἰνδική

Ἰνδική

Ἰνδική Arrian
27.3 ἐνθένδε ἐς διηκοσίους σταδίους περιπλώσαντες καταίρουσιν ἐς Δενδρόβοσα, καὶ αἱ νέες ἐπʼ ἀγκυρέων ἐσάλευσαν.
27.4 ἐνθένδε ἀμφὶ μέσας νύκτας ἄραντες ἐς Κώφαντα λιμένα ἀπίκοντο, τετρακοσίους μάλιστα σταδίους διεκπλώσαντες·
27.5 ἐνθαῦτα ἁλιέες τε ᾤκεον, καὶ πλοῖα αὐτοῖσιν ἦν σμικρὰ καὶ πονηρά· καὶ τῇσι κώπῃσιν οὐ κατὰ σκαλμὸν ἤρεσσον ὡς ὁ Ἑλλήνων νόμος, ἀλλὰ τὸ ὕδωρ ἀναβάλλοντες ἔνθεν καὶ ἔνθεν, κατάπερ οἱ σκάπτοντες τὴν γῆν. ὕδωρ δὲ πολλόν τε ἦν ἐν τῷ λιμένι καὶ καθαρόν.
27.6 περὶ δὲ πρώτην φυλακὴν ἄραντες καταίρουσιν ἐς Κύιζα, ἐς ὀκτακοσίους σταδίους δίεκπλώσαντες, ἵνα αἰγιαλός τε ἔρημος ἦν καὶ ῥηχίη. αὐτόθι ὦν ἐπʼ ἀγκυρέων ὥρμεον, κατὰ νέας τε ἐδειπνοποιέοντο.
27.7 ἐνθένδε διεκπλώσαντες σταδίους πεντακοσίους ἀπίκοντο ἔς τινα πόλιν σμικρήν, οἰκεομένην ἐπὶ γηλόφου οὐ πόρρω τοῦ αἰγιαλοῦ.
27.8 καὶ Νέαρχος ἐπιφρασθεὶς ὅτι σπείρεσθαι τὴν χώρην οἰκός, λέγει πρὸς Ἀρχίην — συνέπλωε δὲ Νεάρχῳ, τῶν ἐν αἴνῃ ἐὼν Μακεδόνων — πρὸς τοῦτον λέγει ὅτι καταληπτέον σφίσιν εἴη τὸ χωρίον·
27.9 ἑκόντας τε γὰρ οὐκ ἂν οἴεσθαι δοῦναι τῇ στρατιῇ σιτία, βίῃ τε οὐκ οἷόν τε εἶναι ἐξαιρέειν, πολιορκίης δὲ καὶ τριβῆς δεήσειν, σφᾶς δὲ ἐπιλελοιπέναι τὰ σιτία. ὅτι δὲ ἡ γῆ σιτοφόρος, τῇ καλάμῃ τεκμηριοῦσθαι, ἥντινα οὐ πόρρω τοῦ αἰγιαλοῦ ἀπεώρων βαθέαν. ταῦτα ἐπεί σφισιν ἐδόκεε, τὰς μὲν ἄλλας νέας κελεύει παραρτέεσθαι ὡς ἐς πλόον, καὶ Ἀρχίης αὐτῷ ἐξήρτυε τὰ ἐς τὸν πλόον· αὐτὸς δὲ ὑπολειφθεὶς μετὰ μιῆς νεὸς ἐπὶ θέαν δῆθεν τῆς πόλιος ᾔει.
28.1 προσάγοντι δὲ αὐτῷ πρὸς τὰ τείχεα φιλίως ξείνια ἔφερον ἐκ τῆς πόλιος θύννους τε ἐν κριβάνοισιν ὀπτούς — οὗτοι γὰρ ἔσχατοι τῶν Ἰχθυοφάγων οἰκέοντες πρῶτοι αὐτοῖσιν ὤφθησαν οὐκ ὠμοφαγέοντες—καὶ πέμματα ὀλίγα καὶ βαλάνους φοινίκων.
28.2 ὃ δὲ ταῦτα μὲν ἄσμενος δέκεσθαι ἔφη, ἐθέλειν δὲ θεήσασθαι τὴν πόλιν· οἳ δὲ εἴων παρελθεῖν.
28.3 ὡς δὲ ἔσω πυλέων παρῆλθε, δύο μὲν τῶν τοξοτέων κατέχειν κελεύει τὴν πυλίδα, αὐτὸς δὲ μετὰ δυοῖν ἄλλοιν καὶ τοῦ ἑρμηνέος ἐπὶ τὸ τεῖχος τὸ ταύτῃ ἀνελθὼν ἐσήμηνε τοῖσιν ἀμφὶ Ἀρχίην ὅκως συνεκέετο. τὸν μὲν ὦν σημῆναι, τὸν δὲ συμβαλόντα ποιέειν τὸ τεταγμένον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme