Thesauros Literature History Ἰνδική

Ἰνδική

Ἰνδική Arrian
28.4 ἰδόντες δὲ τὸ σημήιον οἱ Μακεδόνες ἐπώκελλόν τε κατὰ τάχος τὰς νέας καὶ ἐξεπήδων σπουδῇ ἐς τὴν θάλασσαν, οἱ δὲ βάρβαροι ἐκπλαγέντες τοῖσι γινομένοισιν ἐπὶ τὰ ὅπλα ἔθεον.
28.5 ὁ δὲ ἑρμηνεὺς ὁ σὺν Νεάρχῳ ἐκήρυσσε σῖτον δοῦναι τῇ στρατιῇ, εἰ σῴην ἐθέλουσιν ἔχειν τὴν πόλιν· οἳ δὲ ἠρνέοντο εἶναι σφίσι, καὶ ἅμα προσέβαλλον τῷ τείχεϊ. ἀλλὰ ἀνέστελλον αὐτοὺς οἱ τοξόται οἱ ἀμφὶ Νέαρχον, ἐξ ὑπερδεξίου τοξεύοντες.
28.6 ὡς δὲ ἔμαθον ἐχομένην τε ἤδη καὶ ὅσον οὔπω ἀνδραποδισθησομένην σφίσι τὴν πόλιν, τότε δὴ ἐδέοντο τοῦ Νεάρχου, τὸν μὲν σῖτον ὅσπερ ἦν αὐτοῖσι λαβόντα ἀπαγαγεῖν, τὴν πόλιν δὲ μὴ διαφθεῖραι.
28.7 Νέαρχος δὲ τὸν μὲν Ἀρχίην κελεύει καταλαβεῖν τὰς πύλας καὶ τὸ κατʼ αὐτὰς τεῖχος, αὐτὸς δὲ συμπέμπει τοὺς κατοψομένους τὸν σῖτον εἰ ἀδόλως δεικνῦσιν.
28.8 οἳ δὲ τὸ μὲν ἀπὸ τῶν ἰχθύων τῶν ὀπτῶν ἀληλεσμένον ἄλευρον πολλὸν ἐδείκνυν, πυροὺς δὲ καὶ κριθὰς ὀλίγας· καὶ γὰρ ἐτύγχανον σίτῳ μὲν τῷ ἀπὸ τῶν ἰχθύων, τοῖσι δὲ ἄρτοισιν ὅσα ὄψῳ διαχρεόμενοι.
28.9 ὡς δὲ τὰ ἐόντα ἐπεδείκνυν, οὕτω δὴ ἐκ τῶν παρεόντων ἐπισιτισάμενοι ἀνήγοντο, καὶ ὁρμίζονται πρὸς ἄκρῃ, ἥντινα οἱ ἐπιχώριοι ἱρὴν Ἡλίου ἦγον· οὔνομα τῇ ἄκρῃ Βάγεια.
29.1 ἐνθένδε ἀμφὶ μέσας νύκτας ἄραντες διεκπλώουσι σταδίους ἐς χιλίους ἐς Τάλμενα λιμένα εὔορμον. ἐνθένδε ἐς Κανασίδα πόλιν ἐρήμην σταδίους ἐς τετρακοσίους, ἵνα τινὶ φρέατι ὀρυκτῷ ἐπιτυγχάνουσι, καὶ φοίνικες ἄγριοι ἐπεφύκεσαν. τούτων τοὺς ἐγκεφάλους κόπτοντες ἐσιτέοντο· σῖτος γὰρ ἐπελελοίπει τὴν στρατιήν.
29.2 καὶ κακῶς ἤδη ὑπὸ λιμοῦ ἔχοντες ἔπλωον τήν τε ἡμέρην καὶ τὴν νύκτα, καὶ ὁρμίζονται πρὸς αἰγιαλῷ ἐρήμῳ
29.3 Νέαρχος δὲ καταδείσας μὴ ἄρα ἐς τὴν γῆν ἐκβάντες ἀπολίποιεν τὰς νέας ὑπὸ ἀθυμίης, ἐπὶ τῷδε μετεώρους ἔσχε τὰς νέας ἐπʼ ἀγκυρέων.
29.4 ἐνθένδε ἀναχθέντες ἐς Κανάτην ὁρμίζονται, σταδίους ὡς ἑπτακοσίους καὶ πεντήκοντα διεκπλώσαντες. ἔστι δὲ καὶ αἰγιαλὸς ἐνθαῦτα καὶ διώρυχες βραχέαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme