Thesauros Literature History Ἰνδική

Ἰνδική

Ἰνδική Arrian
29.5 ἐνθένδε σταδίους ὀκτακοσίους πλώσαντες ἐν Τροῖσιν ὁρμίζονται, κῶμαι δὲ σμικραὶ καὶ πονηραὶ ἐπῆσαν. καὶ οἱ μὲν ἄνθρωποι ἐκλείπουσι τὰ οἰκία, αὐτοὶ δὲ σίτῳ τινὶ ὀλίγῳ ἐπιτυγχάνουσι, καὶ βαλάνοισιν ἐκ φοινίκων. καὶ καμήλους ἑπτὰ ὅσαι ἐγκατελήφθησαν κατακόψαντες, ἀπὸ τούτων ἐσιτέοντο.
29.6 ὑπὸ δὲ τὴν ἕω ἀναχθέντες σταδίους τριηκοσίους πλώουσι, καὶ κατορμίζονται ἐς Δαγάσειρα· ἔνθα νομάδες τινὲς ἄνθρωποι ᾤκεον.
29.7 ἐνθένδε ἄραντες τήν τε νύκτα καὶ τὴν ἡμέρην οὐδέν τι ἐλινύοντες ἔπλωον, ἀλλὰ διελθόντες γὰρ σταδίους χιλίους τε καὶ ἑκατὸν ἐξέπλωσαν τὸ ἔθνος τῶν Ἰχθυοφάγων, πολλὰ κακὰ ταύτῃ παθόντες ἀπορίῃ τῶν ἀναγκαίων.
29.8 ὁρμίζονται δὲ οὐ πρὸς τῇ γῇ — ῥηχίη γὰρ ἦν ἐπὶ πολλὸν ἀνέχουσα —, ἀλλὰ μετέωροι ἐπʼ ἀγκυρέων· μῆκος τοῦ παραπλόου τῶν Ἰχθυοφάγων τῆς χώρης στάδιοι ὀλίγῳ πλεῦνες ἢ μύριοι.
29.9 οὗτοι οἱ Ἰχθυοφάγοι σιτέονται, κατʼ ὅ τι περ καὶ κληίζονται, ἰχθύας, ὀλίγοι μὲν αὐτῶν ἁλιεύοντες τοὺς ἰχθύας — ὀλίγοισι γὰρ καὶ πλοῖα ἐπὶ τῷδε πεποίηται καὶ τέχνη ἐξεύρηται ἐπί τῇ θήρῃ τῶν ἰχθύων —, τὸπολλὸν δὲ ἡ ἀνάπωτις αὐτοῖσι παρέχει.
29.10 οἳ δὲ καὶ δίκτυα ἐπὶ τῷδε πεποίηνται, μέγαθος καὶ ἐς δύο σταδίους τὰ πολλὰ αὐτῶν. πλέκουσι δὲ αὐτὰ ἐκ τοῦ φλοιοῦ τῶν φοινίκων, στρέφοντες τὸν φλοιὸν ὥσπερ λίνον.
29.11 ἐπεὰν δὲ ἡ θάλασσα ὑπονοστήσῃ, ἵνα μὲν ξηρὴ ἡ γῆ ὑπολείπεται, ἐρήμη τὸ πολλόν ἐστιν ἰχθύων· ἔνθα δὲ βαθέα ἐστίν, ὑπολείπεταί τι τοῦ ὕδατος καὶ ἐν τῷδε κάρτα πολλοὶ ἰχθύες· οἱ μὲν πολλοὶ σμικροὶ αὐτῶν, οἳ δὲ καὶ μέζονες. τούτοισι περιβάλλοντες τὰ δίκτυα αἱρέουσι.
29.12 σιτέονται δὲ ὠμοὺς μέν, ὅκως ἀνειρύουσιν ἐκ τοῦ ὕδατος, τοὺς ἁπαλωτάτους αὐτῶν· τοὺς δὲ μέζονάς τε καὶ σκληροτέρους ὑπὸ ἡλίῳ αὐαίνοντες, εὖτʼ ἂν ἀπαυανθῶσι, καταλεῦντες ἄλευρα ἀπʼ αὐτῶν ποιέονται καὶ ἄρτους· οἳ δὲ μάζας ἐκ τούτων τῶν ἀλεύρων πέσσουσι.
29.13 καὶ τὰ βοσκήματα αὐτοῖσι τοὺς ἰχθύας ξηροὺς σιτέεται· ἡ γὰρ χώρη ἐρήμη λειμώνων οὐδὲ ποίην φέρει.
29.14 θηρεύουσι δὲ καὶ καράβους πολλαχῆ καὶ ὄστρεα καὶ κογχύλια. ἅλες δὲ αὐτόματοι γίνονται ἐν τῇ χώρῃ ἀπὸ τούτων ἔλαιον ποιέουσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme