Thesauros Literature History Ἰνδική

Ἰνδική

Ἰνδική Arrian
37.8 ἐνθεῦτεν ὑπὸ τὴν ἕω ἔπλωον, νῆσον ἐρήμην ἐν ἀριστερῇ παραμείβοντες· οὔνομα δὲ τῇ νήσῳ Πύλωρα. καὶ ὁρμίζονται πρὸς Σισιδώνῃ, πολιχνίῳ σμικρῷ καὶ πάντων ἀπόρῳ, ὅτι μὴ ὕδατος καὶ ἰχθύων· ἰχθυοφάγοι γὰρ καὶ οὗτοι ὑπʼ ἀναγκαίης ἦσαν, ὅτι πονηρὴν γῆν νέμονται.
37.9 ἐνθένδε ὑδρευσάμενοι καταίρουσιν ἐς Ταρσίην ἄκρην ἀνατείνουσαν ἐς τὸ πέλαγος, πλώσαντες σταδίους τριηκοσίους. ἐνθένδε ἐς Καταίην, νῆσον ἐρήμης, ἁλιτενέα·
37.10 αὕτη ἱρὴ Ἑρμέω καὶ Ἀφροδίτης ἐλέγετο· στάδιοι τοῦ πλόου τριηκόσιοι.
37.11 ἐς ταύτην ὅσα ἔτη ἀπίεται ἐκ τῶν περιοίκων πρόβατα καὶ αἶγες ἱρὰ τῷ Ἑρμέῃ καὶ τῇ Ἀφροδίτῃ, καὶ ταῦτα ἀπηγριωμένα ἦν ὁρᾶν ὑπό χρόνου τε καὶ ἐρημίης.
38.1 μέχρι τοῦδε Καρμανίη· τὰ δὲ ἀπὸ τοῦδε Πέρσαι ἔχουσι. μῆκος τοῦ πλόου παρὰ τὴν Καρμανίων χώρην στάδιοι τρισχίλιοι καὶ ἑπτακόσιοι. ζώουσι δὲ κατάπερ Πέρσαι, ὅτι καὶ ὅμουροί εἰσι Πέρσῃσι· καὶ τὰ ἐς τὸν πόλεμον ὡσαύτως κοσμέονται.
38.2 ἐνθένδε ἄραντες παρὰ τὴν Περσίδα ἤδη ἔπλωον, καὶ κατάγονται ἐς Ἴλαν χῶρον, ἵνα λιμὴν πρὸς νήσου σμικρῆς καὶ ἐρήμης γίνεται· οὔνομα τῇ νήσῳ Καΐκανδρος, ὁ δὲ πλόος στάδιοι τετρακόσιοι.
38.3 ὑπὸ δὲ τὴν ἕω ἐς ἄλλην νῆσον πλώσαντες ὁρμίζονται οἰκεομένην, ἵνα καὶ μαργαρίτην θηρᾶσθαι λέγει Νέαρχος κατάπερ ἐν τῇ Ἰνδῶν θαλάσσῃ. ταύτης τῆς νήσου τὴν ἄκρην παραπλώσαντες σταδίους ὡς τεσσαράκοντα, ἐνθαῦτα ὡρμίσθησαν.
38.4 ἐνθένδε πρὸς οὔρεϊ ὁρμίζονται ὑψηλῷ — Ὦχος οὔνομα τῷ οὔρεϊ — ἔν λιμένι εὐόρμῳ, καὶ ἁλιέες αὐτόθι ᾤκεον.
38.5 καὶ ἔνθεν πλώσαντες σταδίους τετρακοσίους τε καὶ πεντήκοντα, ὁρμίζονται ἐν Ἀποστάνοισι· καὶ πλοῖα πολλὰ αὐτόθι ὥρμεε, κώμη τε ἐπῆν ἀπέχουσα ἀπὸ θαλάσσης σταδίους ἑξήκοντα.
38.6 νυκτὸς δέ ἄραντες ἐνθεῦτεν ἐσπλώουσιν ἐς κόλπον συνοικεόμενον πολλῇσι κώμῃσι. στάδιοι τοῦ πλόου τετρακόσιοι· ὁρμίζονται δὲ πρὸς ὑπωρείῃ. ταύτῃ φοίνικές τε πολλοὶ ἐπεφύκεσαν καὶ ὅσα ἄλλα ἀκρόδρυα ἐν τῇ Ἑλλάδι φύεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme