Thesauros Literature History Ἰνδική

Ἰνδική

Ἰνδική Arrian
39.7 ἐνθένδε τετρακοσίους σταδίους διεκπλώσαντες αὐλίζονται ἐν ποταμῷ χειμαρρόῳ· Βρίξανα τῷ ποταμῷ οὔνομα. ἐνθαῦτα χαλεπῶς ὡρμίσαντο, ὅτι ῥηχίη ἦν καὶ βραχέα, καὶ χοιράδες ἐκ τοῦ πόντου ἀνεῖχον. ἀλλὰ ὅτε ἡ πλήμμυρα ἐπῄει, τότε ὡρμίσαντο·
39.8 ὑπονοστήσαντος δὲ τοῦ ὕδατος, ἐπὶ ξηροῦ ὑπελείφθησαν αἱ νέες. ἐπεὶ δὲ ἡ πλημμυρὶς ἐν τάξι ἀμείβουσα ἐπανῆλθε, τότε δὴ ἐκπλώσαντες ὁρμίζονται ἐπὶ ποταμῷ·
39.9 οὔνομα σὲ τῷ ποταμῷ Ὀροάτις. μέγιστος δὲ τῶν ποταμῶν, ὡς λέγει Νέαρχος, ὅσοι ἐν τῷ παραπλόῳ τῷδε ἐμβάλλουσιν ἐς τὸν ἔξω πόντον.
40.1 μέχρι τοῦδε Πέρσαι οἰκέουσι, τὰ δὲ ἀπὸ τοῦδε Σούσιοι. Σουσίων δὲ ἄλλο ἔθνος αὐτόνομον κατύπερθε προσοικέει· Οὔξιοι καλέονται, ὑπὲρ ὅτων λέλεκταί μοι ἐν τῇ ἄλλῃ συγγραφῇ ὅτι λῃσταὶ εἰσι. μῆκος τοῦ παραπλόου τῆς Περσίδος χώρης στάδιοι τετρακόσιοι καὶ τετρακισχίλιοι.
40.2 τὴν δὲ Περσίδα γῆν τριχῆ νενεμῆσθαι τῶν ὡρέων λόγος κατέχει. τὸ μὲν αὐτῆς πρὸς τῇ Ἐρυθρῇ θαλάσσῃ οἰκεόμενον ψαμμῶδές τε εἶναι καὶ ἄκαρπον ὑπὸ
40.3 καύματος, τὰ δὲ ἀπὸ τοῦδε ὡς πρὸς ἄρκτον τε καὶ βορέην ἄνεμον ἰόντων καλῶς κεκρᾶσθαι τῶν ὡρέων, καὶ τὴν χώρην ποιώδεά τε εἶναι καὶ λειμῶνας ὑδρηλοὺς καὶ ἄμπελον πολλὴν φέρειν καὶ ὅσοι ἄλλοι καρποί, πλὴν ἐλαίης·
40.4 παραδείσοισί τε παντοίοισι τεθηλέναι, καὶ ποταμοῖσι καθαροῖσι διαρρέεσθαι καὶ λίμνῃσι, καὶ ὄρνισιν ὁκόσοισιν ἀμφὶ ποταμούς τε καὶ λίμνας ἐστὶ τὰ ἤθεα ἵπποισί τε ἀγαθὴν εἶναι, καὶ τοῖσιν ἄλλοισιν ὑποζυγίοισι νέμεσθαι, καὶ ὑλώδεά τε πολλαχῆ καὶ πολύθηρον.
40.5 τὴν δὲ πρόσω ἔτι ἐπʼ ἄρκτον ἰόντων χειμερίην τε καὶ νιφετώδεα, ὥστε πρέσβεας τινὰς ἐκ τοῦ Εὐξείνου πόντου λέγει Νέαρχος κάρτα ὀλίγην ὁδὸν διελθόντας ἐντυχεῖν κατὰ τὴν ὁδὸν ἰόντι τῆς Περσίδος καὶ θῶμα γενέσθαι Ἀλεξάνδρῳ, καὶ εἰπεῖν Ἀλεξάνδρῳ τῆς ὁδοῦ τὴν βραχύτητα.
40.6 Σουσίοισι δὲ πρόσοικοι ὅτι εἰσὶν Οὔξιοι λέλεκταί μοι, κατάπερ Μάρδοι μὲν Πέρσῃσι προσεχέες οἰκέουσι, λῃσταὶ καὶ οὗτοι, Κοσσαῖοι δὲ Μήδοισι.
40.7 καὶ πάντα ταῦτα τὰ ἔθνεα ἡμέρωσεν Ἀλέξανδρος, χειμῶνος ὥρῃ ἐπιπεσὼν αὐτοῖσιν, ὅτε ἄβατον σφῶν τὴν χώρην ἦγον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme