Thesauros Literature History Κυνηγετικός

Κυνηγετικός

Κυνηγετικός Arrian
25.6 καὶ τοίνυν εἴ ποτε διαφύγοι αὐτὴν τελεωθεῖσαν ἤδη ὁ λαγώς, οὐκ ἀτρέμα ἔχει ἑαυτὴν οὐδὲ ἐπὶ τὸν κυναγωγὸν ἐπάνεισιν οὐδὲ ἀνακαλοῦντος ὑπακούει, ἀλλʼ ὑπὸ μελέτης τοῦ θεῖν ἐπὶ μηδενὶ εἰδῇ πλάζεται, καὶ μαινομένῃ ἔοικεν.
25.7 ἀλλʼ ἵστασθαι μὲν τὸν ἔχοντα τὴν σκύλακα ἐν χωρίῳ, ὁποῖον ἤδη μοι λέλεκται, κρυπτόμενον οἷ μάλιστα τεκμήραιτο ἄν τις ὅτι πονούμενος
25.8 ὁ λαγὼς ὑποκάμψας ἥξει. ἰδόντα δὲ διαπεπονημένον ἐγγύθεν ἐφιέναι, μὴ κατὰ στόμα· ἡ μὲν γὰρ κύων ἐξορμήσασα ἐπʼ εὐθὺ ἐξενεχθήσεται, ὁ δὲ λαγὼς ἐξελίξας εὐμαρῶς παραμείψει· τὴν δὲ πολὺ ἀπολειφθῆναι ἀνάγκη καὶ χαλεπῶς ὑποκάμψαι, καθάπερ αἱ τριήρεις εὐθυπλοοῦσαι οὐκ εὐμαρῶς ἐπικάμπτουσιν, εἰ μὴ ἀνεθείη τὸ πολὺ τῆς εἰρεσίας αὐταῖς,
25.9 ἀλλʼ ἐάσαντα παραμεῖψαι τὸν λαγῶ ἐκ τοὺ πλαγίου χρὴ ἐφιέναι. ἁλόντος δὲ ἐφομαρτείτω τις σπουδῇ, πρὶν ἐμφορηθῆναι τοῦ αἵματος τὴν κύνα, οὐχ ὅτι δὴ τὰ κρέα ἄρα περὶ πολλοῦ ποιητέον ἀνδρὶ ἐς κάλλος κυνηγετοῦντι, ἀλλʼ ὅτι πονηρὸν μάθημα κυνὶ γενναίᾳ, λαγὼ ἐσθίειν. καὶ ἤδη πολλαὶ κύνες οὕτω διεφθάρησαν, ἐπεὶ μακρῷ δρόμῳ ἀσθμαίνουσαι ἐνεπλήσθησαν, ἔπειτα πνιγεῖσαι ἀπώλοντο.
26.1 ἄρρενα δὲ μὴ πρόσθεν ἢ διέτη γενόμενον ἐξάγειν ἐπὶ θήραν· πολὺ γάρ τοι ὕστερον τοῖς ἄρρεσιν πήγνυται τὰ μέλη.
26.2 καὶ ὁ κίνδυνος οὐ σμικρός, ἀλλὰ πολλοὶ ἤδη πρὶν τελεωθῆναι ἀγωνισάμενοι πρὸ ὥρας ἀπώλοντο, καὶ μάλιστα δὴ ὅσοι γενναιότατοι· ὑπὸ γὰρ μένους τοσοῦτον ὅσον δύνανται θέουσιν.
26.3 τὰ δὲ ἄλλα ὡσαύτως παραφυλάσσειν, ὅσα ἐπὶ ταῖς θηλείαις ἤδη μοι λέλεκται ὅπως πρακτέον.
26.4 φυλάσσειν δὲ ἀπὸ ὀχείας ἐντὸς τῆσδε τῆς ἡλικίας· οὔτε γὰρ ἡ γονή πω αὐτοῖς πέπηγεν, ἀλλʼ ἐστιν ἐξίτηλος τὸ πολὺ καὶ ἀμαυρά, καθάπερ ἡ τῶν παίδων, αὐτοί τε διαφθείρονται πάμπαν, ὡς μηδὲν ἔτι πράττοντα ὕστερον ὀρθῶσαι τὴν ἁμαρτίαν. ἀλλʼ ἀπὸ τρίτου μὲν ἔτους ἐφίεσθαι ἐν ὥρᾳ ἂν εἴη τῇ συμμέτρῳ. ἐφιέσθων δὲ ὧδε. φυλάξαι χρὴ τὴν κύνα, ἐπειδὰν
27.1 ἀποκαθαρθῇ τοῦ αἵματος· πρόσθεν δὲ εἰ παραλάβοιεν τὴν γονήν, τὸ πολὺ οὐ κρατοῦσιν, ἀλλʼ ἐκκλύζεται ὑπὸ τοῦ αἵματος, καθάπερ ταῖς γυναιξίν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme