pr.
λβ Διαφοραὶ ἄρρενος καὶ θηλείας κυνός.
pr.
λγ Ὅτι δεῖ τοὺς κυνηγέτας θύειν τῇ Ἀρτέμιδι.
pr.
λδ Περὶ τοῦ Κελτῶν νόμου καὶ τοῦ ὑπʼ αὐτῶν γινομένου ἐράνου τῇ Ἀρτέμιδι.
pr.
λε Παραίνεσις πρὸς τὸ θύειν τοῖς ἐφόροις τῶν ἐν ἀνθρώποις ἐπιτηδευμάτων.
pr.
λς Ἐξ Ὁμήρου μαρτύρια, ὅτι χρὴ θύειν τοῖς τῶν πραγμάτων εὑρεταῖς ἐν τῇ τῶνδε μεταχειρίσει.
1.1
Ξενοφῶντι τῷ Γρύλλου λέλεκται μὲν ὅσα ἀγαθὰ ἀνθρώποις ἀπὸ κυνηγεσίων γίγνεται, καὶ οἱ παιδευθέντες ὑπὸ Χείρωνι τὴν παίδευσιν ταύτην ὅπως θεοφιλεῖς τε ἦσαν καὶ ἔντιμοι ἀνὰ τὴν Ἑλλάδα, λέλεκται δὲ καὶ καθʼ ὅ τι ἔοικεν τῇ πολεμικῇ ἐπιστήμῃ ἡ κυνηγετική, καὶ ἥντινα ἡλικίαν ἔχοντα χρὴ ἐλθεῖν ἐπὶ τὸ ἔργον, καὶ τὸ εἶδος καὶ τὴν γνώμην ὁποῖόν τινα· καὶ περὶ ἀρκύων δὲ καὶ δικτύων καὶ ἐνοδίων ὁποῖα χρὴ παρασκευάσασθαι, καὶ πάγας ὅπως ἱστάναι τοῖς θηρίοις, ὅσα πάγῃ ἁλωτά.
1.2
καὶ περὶ λαγῶν δὲ λέλεκται, ἥτις ἡ φύσις αὐτῶν, καὶ ὅπως νέμονται καὶ ὅπου εὐνάζονται, καὶ ὅπως χρὴ μαστεύειν αὐτούς· καὶ περὶ κυνῶν, ὅσαι ἰχνεύειν σοφαὶ καὶ ὅσαι πονηραί, καὶ ὅπως ἀπό τε τοῦ εἴδους καὶ τῶν ἔργων τεκμαίρεσθαι χρὴ ἑκατέρας.
1.3
ἔστιν δὲ ἃ καὶ περὶ συῶν θήρας λέλεκται καὶ ἐλάφων καὶ ἄρκτων καὶ λεόντων,
1.4
ὅπως σοφίᾳ καὶ δόλῳ ἁλωτά. ὅσα δὲ ἐλλείπειν μοι δοκεῖ ἐν τῷ λόγῳ, οὐχὶ ἀμελείᾳ ἀλλʼ ἀγνοίᾳ τοῦ γένους τῶν κυνῶν τοῦ Κελτικοῦ καὶ τοῦ γένους τῶν ἵππων τοῦ Σκυθικοῦ τε καὶ τοῦ Λιβυκοῦ, ταῦτα λέξω, ὁμώνυμός τε ὢν αὐτῷ καὶ πόλεως τῆς αὐτῆς καὶ ἀμφὶ ταὐτὰ ἀπὸ νέου ἐσπουδακώς, κυνηγέσια καὶ στρατηγίαν καὶ σοφίαν·
1.5
ἐπεὶ καὶ αὐτὸς ἐκεῖνος, ἃ Σίμωνι περὶ ἱππικῆς ἐνδεῶς λελεγμένα ἦν, ᾠήθη δεῖν ἀναγράψαι, οὐχὶ ἔριδι τῇ πρὸς Σίμωνα, ἀλλʼ ὅτι ὠφέλιμα ἐς ἀνθρώπους ἐγίγνωσκεν.
2.1
ὅτι μὲν δὴ οὐκ ἠπίστατο τὸ γένος τῶν κυνῶν τὸ Κελτικόν, δοκῶ ἔγωγε ὡς οὐδὲ τεκμηρίων δεῖ πρὸς αὐτό· ἄγνωστα γὰρ ἦν τὰ ἔθην τῆς Εὐρώπης, ὅσα ταύτῃ ᾤκισται, ὅτι μὴ τῆς Ἰταλίας ὅσα Ἕλληνες κατεῖχον, ἢ ὅσοις κατʼ ἐμπορίαν διὰ θαλάσσης ἐπεμίγνυον.
2.2
ὡς δὲ οὐδὲ ἄλλο γένος κυνῶν ἐγίγνωσκεν, ὃ κατὰ ὠκύτητα ἔοικεν τῷ Κελτικῷ, τεκμαίρεσθαι ὑπάρχει ἀπὸ τῶνδε. λέγει γὰρ ὡς ὅσοι ἁλίσκονται λαγῲ ὑπὸ κυνῶν, παρὰ φύσιν σώματος ἁλίσκονται ἢ τύχῃ χρησάμενοι.