Thesauros Literature History Κυνηγετικός

Κυνηγετικός

Κυνηγετικός Arrian
3.5 ἀλλʼ ὑπὲρ μὲν τούτων, ὅσα ἄν τις τῷ λόγῳ ἐπεξέλθῃ λελεγμένα ἐρεῖ πρὸς Ξενοφῶντος τοῦ πάλαι· οὐδὲν γὰρ ἴδιον οὐδὲ διάφορον ἐν τῷ μαστεύειν ἢ μεταθεῖν ἐπιδεικνύουσιν, πλήν γε δὴ εἴ τις ἐθέλοι περὶ τῆς ἰδέας αὐτῶν λέγειν, ἧς ἔμοιγε οὐ δοκεῖ ἄξιον ὅτι μὴ τοῦτο εἰπεῖν μόνον, ὡς δασεῖαι καὶ πονηραὶ ἰδεῖν, καὶ ὅσαι γενναιόταται αὐτῶν, αὗται αἱ πονηρόταται. ὥστε εὐδοκιμεῖ ἐν Κελτοῖς ὁ ἀπεικάσας αὐτὰς τοῖς ἀνὰ τὰς ὁδοὺς πτωχεύουσιν. καὶ γὰρ φωνὴ αὐταῖς γοερά τε καὶ ἐλεεινή ἐστιν, καὶ οὐχ ὡς θυμούμεναι ἄρα πρὸς τὸ θηρίον ἐπικλάζουσιν ἐν τῇ ἰχνείᾳ, ἀλλʼ ὡς οἰκτιζόμεναι καὶ λιπαροῦσαι.
3.6 περὶ μὲν δὴ τούτων οὐκ ἄν τις ἀναγράψαι μοι δοκεῖ ὅ τι καὶ λόγου ἄξιον. αἱ δὲ ποδώκεις κύνες αἱ Κελτικαὶ καλοῦνται μὲν οὐέρτραγοι φωνῇ τῇ Κελτῶν, οὐκ ἀπὸ ἔθνους οὐδενός, καθάπερ αἱ Κρητικαὶ ἢ Καρικαὶ ἢ Λάκαιναι, ἀλλʼ ὡς τῶν Κρητικῶν αἱ διάπονοι ἀπὸ τοῦ φιλοπονεῖν καὶ αἱ ἰταμαὶ ἀπὸ τοῦ ὀξέος καὶ αἱ μικταὶ ἀπʼ ἀμφοῖν, οὕτω δὲ
3.7 καὶ αὗται ἀπὸ τῆς ὠκύτητος. τὴν δὲ ἰδέαν καλόν τι χρῆμά εἰσιν κατά τε τοὺς ὀφθαλμοὺς αἱ γενναιόταται αὐτῶν καὶ κατὰ τὸ σῶμα ἅπαν καὶ τὴν τρίχα καὶ τὴν χρόαν· οὕτω ταῖς τε ποικίλαις ἐπανθεῖ τὸ ποικίλον, καὶ ὅσαις ἁπλῆ χρόα ἐστίν, ἀποστίλβει καὶ αὕτη, καὶ ἐστιν ἥδιστον θέαμα ἀνδρὶ θηρευτικῷ.
4.1 λέξω δὲ καὶ αὐτός, ἀφʼ οἵων τινῶν χρὴ τεκμαίρεσθαι τὰς ὠκείας τε καὶ γενναίας, καὶ τίσιν ἂν προσέχων τις τὸν νοῦν τὰς ἀγεννεῖς τε καὶ βραδείας ἀποκρίνειεν αὐτῶν.
4.2 πρῶτα μὲν δὴ μακραὶ ἔστων ἀπὸ κεφαλῆς ἐπʼ οὐράν· ἓν γὰρ οὐδὲν οὕτω τεκμήριον ἐς ὠκύτητά τε καὶ γενναιότητα εὕροις ἂν ἐπιλεγόμενος ταὐτὸν ἐπὶ πάσῃ ἰδέᾳ κυνός, ὡς τὸ μῆκος, καὶ τοὐναντίον τὴν βραχύτητα ἐς τὸ βραδὺ καὶ ἀγεννές. ὥστε ἤδη ἔγωγε εἶδον πολλὰ ἄλλα κακὰ ἐχούσας κύνας, ὅτι δὲ μακραὶ ἐτύγχανον, ὠκεῖαι ἦσαν καὶ θυμοειδεῖς.
4.3 καὶ μὴν καὶ αἱ μείζους εἰ τὰ ἄλλα φαῦλαι τύχοιεν, κατʼ αὐτὸ τὸ μέγεθος εὐφυέστεραι τῶν σμικρῶν. φαῦλαι δὲ τῶν μεγάλων, ὅσαι τὰ μέλη ἀπαγεῖς καὶ ἀσύμμετροι· ὥστε φαυλότεραι ἂν εἶεν οὕτω γε ἔχουσαι τῶν σμικρῶν, εἰ τὰ ἄλλα κακὰ ἴσα προσείη αὐταῖς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme