Thesauros Literature History Κυνηγετικός

Κυνηγετικός

Κυνηγετικός Arrian
5.5 καὶ ὅτι σκυλακευομένη μάστιγι ἐκολάζετο, εἴ τις ἐς τοῦτο ἔτι μάστιγα ὀνομάσειεν, πρόσεισιν τῷ ὀνομάσαντι, καὶ ὑποπτήξασα λιπαρεῖ, καὶ τὸ στόμα ἐφαρμόζει τῷ στόματι ὡς φιλοῦσα, καὶ ἐπιπηδήσασα ἐκκρέμαται τοῦ αὐχένος, καὶ οὐ πρόσθεν ἀνίησιν, πρὶν τῆς ἀπειλῆς ἀποπαῦσαι τὸν θυμούμενον.
5.6 ὥστε οὐκ ἂν ὀκνῆσαί μοι δοκῶ καὶ τὸ ὄνομα ἀναγράψαι τῆς κυνός, ὡς καὶ ἐς ὕστερον ἀπολελεῖφθαι αὐτῆς, ὅτι ἦν ἄρα Ξενοφῶντι τῷ Ἀθηναίῳ κύων, Ὁρμὴ ὄνομα, ὠκυτάτη τε καὶ σοφωτάτη καὶ πραοτάτη.
5.7 ὦτα δὲ μεγάλα ἔστω ταῖς κυσὶν καὶ μαλθακά, ὥστε ὑπὸ μεγέθους καὶ μαλθακότητος ἐπικεκλασμένα φαίνεσθαι· οὕτως ἂν εἴη κράτιστα. οὐ μέντοι ἀλλὰ καὶ εἰ ὀρθὰ εἴη, οὐ πονηρόν, εἰ μὴ σμικρά τε εἴη καὶ σκληρά.
5.8 τράχηλος δὲ μακρός τε ἔστω καὶ περιφερὴς καὶ ὑγρός· ὥστε εἰ ἀντιτείνοις ἀπὸ τῶν δεραίων τὰς κύνας ἐς τοὐπίσω, ἐπικεκλάσθαι δοκεῖν τὸν τράχηλον διʼ ὑγρότητα καὶ μαλθακότητα.
5.9 στήθη δὲ πλατέα ἀμείνω τῶν στενῶν, καὶ τὰς ὠμοπλάτας διεστώσας ἐχόντων καὶ μὴ συμπεπηγυίας ἀλλʼ ὡς οἷόν τε λελυμένας ἀπʼ ἀλλήλων. σκέλη στρογγύλα ὀρθὰ εὐπαγῆ, πλευρὰς γενναίας· ὀσφὺν πλατεῖαν ἰσχυράν, μὴ σαρκώδη ἀλλὰ νεύροις πεπηγυῖαν. λαγόνας ἀνειμένας, ἰσχία μὴ συνδεδεμένα, κενεῶνας λαγαρούς. οὐρὰς λεπτὰς μακράς, δασείας τὴν τρίχα, ὑγρὰς εὐκαμπεῖς, τὸ ἄκρον τῆς οὐρᾶς δασύτερον.
5.10 ὑποκώλια μακρὰ εὐπαγῆ. σκέλη δὲ εἰ μὲν τὰ ὀπίσθια ἔχοιεν μείζω τῶν ἔμπροσθεν, τὰ ὄρθια ἂν μεταθέοιεν ἄμεινον· εἰ δὲ τὰ ἔμπροσθεν τῶν ὀπισθίων. τὰ κατάντη·
5.11 εἰ δʼ ἴσα εἴη ἄμφω, τὰ πεδινά. ἐπεὶ δὲ χαλεπώτερον ἐν ὀρθίῳ μὴ ἡττηθῆναι λαγῶ, ὅτι καὶ ὁ λαγὼς τὰ ὄρθια θεῖ ἄμεινον, ἐκεῖναι δοκοῦσιν γενναιότεραι αἱ κύνες, ὅσαι τὰ ὄπισθεν μείζω ἔχουσιν τῶν ἔμπροσθεν· πόδες δὲ οἱ περιφερεῖς καὶ στερροὶ κράτιστοι.
6.1 τὰ δὲ χρώματα οὐδὲν διοίσει ὁποῖα ἂν ἔχωσιν, οὐδʼ εἰ παντελῶς εἶεν μέλαιναι ἢ πυρραὶ ἢ λευκαί· οὐδὲ τὸ ὄντα ἔστω στιλπνὰ καὶ καθαρά, καὶ ἡ θρίξ, εἴτε οὖν τοῦ δασέος γένους εἴτε τοῦ ψιλοῦ τύχοιεν αἱ κύνες, λεπτὴ ἔστω καὶ πυκνὴ καὶ μαλθακή.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme