Thesauros Literature History Περίπλους τοῦ Εὐξείνου Πόντου

Περίπλους τοῦ Εὐξείνου Πόντου

Περίπλους τοῦ Εὐξείνου Πόντου Arrian
22.4 ἀποφεύγειν ἔτι. καὶ τοῦτο δὴ πολὺ ἀνακεῖσθαι τὸ ἀργύριον τῷ ἥρῳ τὰς τιμὰς τῶν ἱερείων.
23.1 φαίνεσθαι δὲ ἐνύπνιον τὸν Ἀχιλλέα τοῖς μὲν προσσχοῦσι τῇ νήσῳ, τοῖς δὲ καὶ πλέουσιν, ἐπειδὰν οὐ πόρρω αὐτῆς ἀπόσχωσιν, καὶ φράζειν ὅποι προσσχεῖν τῆς νήσου ἄμεινον καὶ ὅποι ὁρμίσασθαι. οἳ δὲ καὶ ὕπαρ λέγουσιν φανῆναί σφισιν ἐπὶ τοῦ ἱστοῦ ἢ ἐπʼ ἄκρου τοῦ
23.2 κέρως τὸν Ἀχιλλέα, καθάπερ τοὺς Διοσκόρους· τοσόνδε μόνον τῶν Διοσκόρων μεῖον ἔχειν τὸν Ἀχιλλέα, ὅσον οἱ μὲν Διόσκοροι τοῖς πανταχοῦ πλωιζομένοις ἐναργεῖς φαίνονται καὶ φανέντες σωτῆρες γίγνονται, ὃ δὲ τοῖς πελάζουσιν ἤδη τῇ νήσῳ. οἳ δὲ καὶ τὸν Πάτροκλόν
23.3 σφισιν ὀφθῆναι ἐνύπνιον λέγουσιν. τάδε μὲν ὑπὲρ τῆς νήσου τῆς τοῦ Ἀχιλλέως ἀκοὴν ἀνέγραψα τῶν ἢ αὐτῶν προσσχόντων ἢ ἄλλων πεπυσμένων· καί μοι δοκεῖ οὐκ ἄπιστα εἶναι.
23.4 Ἀχιλλέα γὰρ ἐγὼ πείθομαι εἴπερ τινὰ καὶ ἄλλον ἥρω εἶναι, τῇ τε εὐγενείᾳ τεκμαιρόμενος καὶ τῷ κάλλει καὶ τῇ ῥώμῃ τῆς ψυχῆς καὶ τῷ νέον μεταλλάξαι ἐξ ἀνθρώπων καὶ τῇ Ὁμήρου ἐπʼ αὐτῷ ποιήσει καὶ τῷ ἐρωτικὸν γενέσθαι καὶ φιλέταιρον, ὡς καὶ ἐπαποθανεῖν ἑλέσθαι τοῖς παιδικοῖς.
24.1 ἀπὸ δὲ τοῦ Ψιλοῦ καλουμένου στόματος τοῦ Ἴστρου ἐς τὸ δεύτερον στόμα στάδιοι ἑξήκοντα. ἐνθένδε ἐπὶ τὸ Καλὸν καλούμενον στόμα στάδιοι τεσσαράκοντα. καὶ ἀπὸ τοῦ Καλοῦ ἐπὶ τὸ Νάρακον ὧδε ὀνομαζόμενον στόμα τέταρτον τοῦ Ἴστρου στάδιοι ἑξήκοντα.
24.2 ἐνθένδε ἐπὶ τὸ πέμπτον εἴκοσι καὶ ἑκατόν, καὶ ἔνθεν ἐς Ἰστρίαν πόλιν στάδιοι πεντακόσιοι. ἐνθένδε ἐς Τομέα πόλιν στάδιοι τριακόσιοι.
24.3 ἀπὸ δὲ Τομέως ἐς Κάλλατιν πόλιν ἄλλοι τριακόσιοι· ὅρμος ναυσίν. ἐνθένδε ἐς Καρῶν λιμένα ὀγδοήκοντα καὶ ἑκατόν· καὶ ἡ γῆ ἐν κύκλῳ τοῦ λιμένος Καρία κλῄζεται. ἀπὸ δὲ Καρῶν λιμένος ἐς Τετρισιάδα στάδιοι εἴκοσι καὶ ἑκατόν. ἐνθένδε ἐς Βιζώνην χῶρον ἔρημον στάδιοι ἑξήκοντα.
24.4 ἀπὸ δὲ Βιζώνης ἐς Διονυσόπολιν στάδιοι ὀγδοήκοντα. ἐνθένδε ἐς Ὀδησσὸν διακόσιοι· ὅρμος ναυσίν. ἐκ δὲ Ὀδησσοῦ ἐς τοῦ Αἵμου τὰς ὑπωρείας, αἳ δὴ ἐς τὸν Πόντον καθήκουσιν, στάδιοι τριακόσιοι ἑξήκοντα. καὶ δεῦρο ὅρμος ναυσίν. ἐκ δὲ τοῦ Αἵμου ἐς Μεσημβρίαν πόλιν ἐνενήκοντα·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme