1.1
Αὐτοκράτορι Καίσαρι Τραϊανῷ Ἀδριανῷ Σεβαστῷ Ἀρριανὸς χαίρειν.
1.1
ἐς Τραπεζοῦντα ἥκομεν, πόλιν Ἑλληνίδα, ὡς λέγει ὁ Ξενοφῶν ἐκεῖνος, ἐπὶ θαλάσσῃ ᾠκισμένην, Σινωπέων ἄποικον, καὶ τὴν θάλασσαν τὴν τοῦ Εὐξείνου ἄσμενοι κατείδομεν ὅθενπερ καὶ Ξενοφῶν καὶ σύ.
1.2
καὶ οἱ βωμοὶ ἀνεστᾶσιν ἤδη, λίθου μέντοι γε τοῦ τραχέος, καὶ τὰ γράμματα διὰ τοῦτο οὐκ εὔδηλα κεχάρακται, τὸ δὲ Ἑλληνικὸν ἐπίγραμμα καὶ ἡμαρτημένως γέγραπται, οἷα δὴ ὑπὸ βαρβάρων γραφέν. ἔγνωκα οὖν τούς τε βωμοὺς λίθου λευκοῦ ἀναθεῖναι, καὶ τὰ ἐπιγράμματα ἐγχαράξαι εὐσήμοις τοῖς γράμμασιν.
1.3
ὁ μὲν γὰρ ἀνδριὰς ἕστηκεν ὁ σὸς τὸ μὲν σχῆμα ἐπιτηδείως — ἀποδείκνυσιν γὰρ τὴν θάλασσαν —, τὴν δὲ ἐργασίαν οὔτε ὅμοιός σοι οὔτε ἄλλως καλός·
1.4
ὥστε πέμψον ἀνδριάντα ἄξιον ἐπονομάζεσθαι σὸν ἐν τῷ αὐτῷ τούτῳ σχήματι· τὸ γὰρ χωρίον ἐπιτηδειότατον ἐς μνήμην αἰώνιον.
2.1
πεποίηται δὲ καὶ ὁ νεὼς λίθου τετραγώνου οὐ φαύλως· ἀλλὰ τὸ τοῦ Ἑρμοῦ ἄγαλμα οὔτε τοῦ νεὼ ἄξιόν ἐστιν οὔτε αὐτοῦ τοῦ χωρίου. εἰ δέ σοι δοκεῖ, πέμψον μοι πεντάπουν μάλιστα Ἑρμοῦ ἄγαλμα· τηλικοῦτον γάρ μοι δοκεῖ ἔσεσθαι ὥς γε πρὸς τὸν νεὼν σύμμετρον. καὶ ἄλλο τοῦ Φιλησίου τετράπουν·
2.2
οὐ γὰρ ἀπὸ τρόπου δοκεῖ μοι σύνναος καὶ σύμβωμος ἔσεσθαι τῷ προπάτορι. καὶ ὃ μέν τις τῷ Ἑρμῇ, ὃ δὲ τῷ Φιλησίῳ, ὃ δὲ καὶ ἀμφοῖν θύσει παριών. χαριοῦνται δὲ καὶ οὗτοι κἀκεῖνοι τῷ τε Ἑρμῇ καὶ τῷ Φιλησίῳ· τῷ μέν Ἑρμῇ, ὅτι τὸν ἔγγονον αὐτοῦ τιμῶσιν, τῷ δὲ Φιλησίῳ, ὅτι τὸν αὐτοῦ προπάτορα. ὡς ἔγωγε καὶ ἐβουθύτησα ἐνταῦθα, οὐχ
2.3
ὥσπερ ὁ Ξενοφῶν ἐκεῖνος ἐν Κάλπης λιμένι ὑφʼ ἁμάξης βοῦν λαβὼν διʼ ἀπορίαν ἱερείων, ἀλλὰ τῶν Τραπεζουντίων αὐτῶν παρασκευασάντων ἱερεῖον οὐκ ἀγεννές. καὶ ἐσπλαγχνευσάμεθα αὐτόθι καὶ τοῖς σπλάγχνοις ἐπεσπείσαμεν. ὅτῳ δὲ πρώτῳ τἀγαθὰ ηὐχόμεθα, οὐ λανθάνομέν
2.4
σε τόν τε τρόπον τὸν ἡμέτερον οὐκ ἀγνοοῦντα καὶ σαυτῷ συνειδότα ὅτι ἄξιος εἶ ὑπὲρ ὅτου πάντες ἃν εὔξαιντο τἀγαθὰ κἂν ὅσοι ἡμῶν ἔλαττον ὑπὸ σοῦ εὖ πεπόνθασιν.