21.5
ἐκπερισπασμὸς δὲ ἡ ἐκ τριῶν ἐπιστροφῶν συνεχῶν τοῦ παντὸς κίνησις, ὡς μεταλαβεῖν, εἰ μὲν ἐπὶ δόρυ γίγνοιτο, τὴ νἐξ ἀριστερῶν ἐπιφάνειαν, εἰ δὲ ἐπʼ ἀσπίδα, τὴν ἐκ δεξιῶν. στοιχεῖν δὲ λέγεται τὸ ἐπʼ εὐθείας ἰέναι τῷ λοχαγῷ
22.1
καὶ τῷ οὐραγῷ, σῴζοντας τὰ ἴδια διαστήματα· ζυγεῖν δὲ τὸ ἐπʼ εὐθείας ἰέναι κατὰ μῆκος ἕκαστον τῶν ἐν τῷ λόχῳ τῷ συζυγοῦντι.
22.2
συζυγοῦσι δὲ τῷ μὲν λοχαγῷ οἱ λοχαγοὶ πάντες, τῷ δὲ τούτου ἐπιστάτῃ οἱ τῶν ἄλλων λοχαγῶν ἐπιστάται, καὶ ἐφεξῆς ὡσαύτως.
22.3
καὶ μὴν ἐς ὀρθὸν ἀποδοῦναι λέγεται τὸ ἐς τὴν καθεστῶσαν ἐξ ἀρχῆς ἐπιφάνειαν καταστῆσαι τὴν ὄψιν, οἷον εἴ τις ἐπὶ τοὺς πολεμίους τετραμμένος κελευσθείη ἐπὶ δόρυ κλῖναι, ἔπειτα αὖ παραγγελθείη ἐς ὀρθὸν ἀποκαταστῆσαι, δεήσει πάλιν αὐτὸν ἐπὶ τοὺς πολεμίους τετράφθαι. ἐξελιγμῶν δὲ δισσαὶ ἰδέαι, ἣ μὲν κατὰ λόχους, ἣ
23.1
δὲ κατὰ ζυγά. τούτων δὲ αὖ ἑκατέρα τριχῆ νενέμηται. ὃ μὲν γάρ τις ἐξελιγμὸς Μακεδών, ὃ δὲ Λάκων, ὃ δὲ Κρητικὸς ὀνομάζεται· τὸν αὐτὸν δὲ τοῦτον καλούμενον εὑρίσκω καὶ Περσικὸν καὶ χόριον.
23.2
Μακεδὼν μὲν οὖν ἐστιν ὁ μεταλαμβάνων τῆς φάλαγγος τὸν ἔμπροσθεν τόπον, ἀντὶ δὲ τῆς κατὰ πρόσωπον ἐπιφανείας τὴν κατόπιν· Λάκων δὲ ὁ μεταλαμβάνων τῆς φάλαγγος τὸν
23.3
ὀπίσω τόπον, καὶ ὡσαύτως ἀντὶ τῆς κατὰ πρόσωπον ἐπιφανείας τὴν κατόπιν. ὁ δὲ Κρητικός τε καὶ Περσικὸς ὀνομαζόμενος τὸν αὐτὸν μὲν ἐπέχειν ποιεῖ τόπον τῆς
23.4
φάλαγγος τὸ πᾶν σύνταγμα, τῶν δʼ ἐν μέρει ὁπλιτῶν ἕκαστον ἀνθʼ οὗ πρότερον ἐπεῖχεν τόπου ἕτερον μεταλαμβάνειν, τὸν μὲν λοχαγὸν τὸν τοῦ οὐραγοῦ, τὸν δὲ οὐραγὸν τὸν τοῦ λοχαγοῦ, καὶ ἀντὶ τῆς κατὰ πρόσωπον ἐπιφανείας τὴν κατόπιν.
23.5
οἱ δὲ δὴ κατὰ ζυγὰ ἐξελιγμοὶ γίγνονται ἐπειδὰν ἐπὶ τῶν ἀποτομῶν βουληθῇ τις τὰ κέρατα καθιστάναι, τὰς δὲ ἀποτομὰς ἐπὶ τῶν κεράτων, καὶ τὸ μέσον τῆς πάσης φάλαγγος ἀποτελέσαι καρτερόν· ὡσαύτως δὲ καὶ τὰ δεξιὰ ἐν τοῖς εὐωνύμοις καθίστησι, καὶ τὰ εὐώνυμα ἐν τοῖς δεξιοῖς.
23.6
εἰ δὲ μὴ παρέχοι κατὰ μείζω μέρη τῆς φάλαγγος ἐξελιγμοὺς ποιήσασθαι, πελαζόντων ἤδη τῶν πολεμίων, δέοι δὲ ἐξελίξαι τὴν τάξιν, τότε δὴ κατὰ συντάγματα ἐξελίσσουσι.