Thesauros Literature History Τέχνη τακτική

Τέχνη τακτική

Τέχνη τακτική Arrian
35.6 οἱ δαημονέστατοι τῶν ἐξελιγμῶν τε καὶ ἐπιστροφῶν, ἐς ἄλλους καὶ ἄλλους κύκλους ἢ ἄλλας καὶ ἐπιστροφῶν, ἐς ἄλλους καὶ ἄλλους κύκλους ἢ ἄλλας καὶ ἄλλας ἐπʼ εὐθὺ ἐκδρομὰς ἐπιλέγονται, τὸ δὲ πλῆθος οὐδὲν ἄλλο μεμελέτηκεν, ὅτι μὴ ἕπεσθαι τῷ οἰκείῳ ἕκαστοι σημείῳ.
35.7 καὶ οὕτω ποικίλαι μὲν αἱ ἐπιστροφαί, πολυειδεῖς δὲ οἱ ἐξελιγμοί, πολύτροποι δὲ ἄλλῃ καὶ ἄλλῃ αἱ ἐπελάσεις γιγνόμεναι ἀσυγχύτους ὅμως τὰς τάξεις παρέχονται. συνενεχθὲν δὲ σημεῖον σημείῳ ἢ ἵππος ἵππῳ ἐμπεσὼν ἀναταράξειεν ἂν τὴν πᾶσαν τάξιν καὶ οὐ τὸ κάλλος μόνον ἀλλὰ καὶ τὴν χρείαν διαφθείρειε τοῦ ἔργου.
36.1 ὁμοῦ δὲ ἥ τε ἐπέλασις αὐτοῖς ἀποπαύεται καὶ κατὰ τὰ ἀριστερὰ τοῦ βήματος ὑπομένουσιν ἐπάλληλοι ἱππῆς, τὰς μὲν κεφαλὰς τῶν ἵππων ἐς τοὐπίσω ἀποστρέψαντες, τοὺς θυρεοὺς δὲ πρὸ τῶν νώτων τῶν σφετέρων καὶ πρὸ τῶν ἱππείων νώτων προβεβλημένοι. καὶ ἡ τάξις αὕτη, καθάπερ ὁ συνασπισμὸς τῶν πεζῶν, χελώνη ὀνομάζεται.
36.2 δύο δὲ ἱππῆς, τοῦδε τοῦ στοίχου διέχοντες ὅσον ἐκδρομὰς παρέχειν τοῖς φιλίοις ἱππεῦσι, προβέβληνται πρὸ τοῦ δεξιοῦ κέρως τῆς χελώνης, τοῦ ἐκδέχεσθαι τοὺς ἐξακοντισμοὺς τῶν ἐπʼ εὐθὺ ἐπελαυνόντων.
36.3 οὕτω μὲν οἱ ἡμίσεες τῶν ἱππέων πεφραγμένοι ἵστανται ἐς προβολήν· ἐπὰν δὲ σημήνῃ τῇ σάλπιγγι, οἱ ἡμίσεες αὖ ἐπελαύνουσιν, ὡς πλεῖστα καὶ συνεχέστατα ἀκόντια ἐξακοντίζοντες, πρῶτος ὁ πρῶτος κατʼ ἀρετήν, καὶ ἐπὶ τούτῳ ὁ δεύτερος, καὶ οἱ ἐφεξῆς ὡσαύτως.
36.4 τὸ δὲ κάλλος τοῦ δρωμένου ἐν τῷδε ἐστίν, ὅστις ὅτι πλεῖστα καὶ συνεχέστατα ἀκόντια, ὀρθῷ ἐπελαύνων τῷ ἵππῳ, ἐς τοὺς δύο τοὺς προβεβλημένους πρὸ τοῦ [ἀριστεροῦ] κέρως τῆς χελώνης κατὰ αὐτῶν τῶν ὅπλων ὡς μάλιστα τύχοι ἀκοντίσας.
36.5 ἐπελάσαντες δὲ ἐπʼ εὐθύ, ἐγκλίνουσιν αὖ ἐς τὰ πλάγια ὡς ἐς κύκλον ἐπιστρέφοντες. ἡ ἔγκλισις δὲ αὐτοῖς
36.6 ἐπὶ τὰ δεξιὰ σφῶν γίγνεται· οὕτω γὰρ τῷ τε ἀκοντίζειν οὐδὲν ἐμποδὼν ἵσταται, καὶ οἱ θυρεοὶ προβέβληνται πρὸ τῶν ἀκοντιζόντων ἐν τῇ ἐπελάσει.
37.1 καὶ χρὴ τοσαῦτα φέρειν ἀκόντια, ὡς διὰ πάσης τῆς προβολῆς ἐξακοντίζειν παριππεύοντα. καὶ τοῦ τε ἀκροβολισμοῦ τὸ συνεχὲς καὶ τοῦ κτύπου τὸ ἀνέκλειπτον ὥσπερ τι ἄλλο ἐκπληκτικὸν φαίνεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme