Thesauros Literature History Τέχνη τακτική

Τέχνη τακτική

Τέχνη τακτική Arrian
38.3 ὁπότε δὲ ἐκ τῶν ἀριστερῶν ἐπελαύνοιεν, τότε δὴ πᾶς ὁ ἀκροβολισμὸς ἀρίδηλος γίγνεται, καὶ τῶν θυρεῶν ἡ προβολή, καὶ ἡ ἐκ τῆς ἀριστερᾶς χειρὸς ἐς τὴν δεξιὰν ὕφεσις τῶν ἀκοντίων ὀξεῖα, καὶ ἡ δεξιὰ ὅπως αὐτὰ ὑπολαβοῦσα καὶ ὑπὲρ τῆς κεφαλῆς περιενεγκοῦσα ὥσπερ ἐν τροχοῦ περιδινήσει ὁμοῦ μὲν ἐξηκόντισεν, ὁμοῦ δὲ ὑπέλαβεν τὸ λειφθέν, καὶ τοῦτο αὖ ὑπερενεγκοῦσα ἐξηκόντισεν. ἥ τε καθέδρα ἡ ἐπὶ τοῦ ἵππου αὐτοῦ τοῦ ἱππέως ἀεὶ εὐσχήμων καὶ ὀρθὴ ἐν τῷ ἀκροβολισμῷ σῴζεται, καὶ ταύτῃ μᾶλλον, ὅτι ἐπελαυνόντων ὁρᾶται καὶ τῶν ὅπλων ἡ λαμπρότης καὶ τῶν ἵππων ἡ ὠκύτης τε καὶ τὸ ἐν ταῖς ἐπιστροφαῖς εὐκαμπές καὶ ὅπως ἐν ἴσοις τοῖς διαστήμασιν αἱ ἐπελάσεις γίγνονται τῶν ἱππέων.
38.4 αἱ μέν γε ἐπὶ μέγα διαλιποῦσαι αὐτῷ τούτῳ τὸ συνεχὲς τοῦ ἀκροβολισμοῦ ἀφανίζουσιν, αἱ δὲ ἄγαν ἐπάλληλοι τῇ ἀκριβείᾳ τῆς θεωρίας ἐμποδὼν ἵστανται τὸ δίκαιον αὐτῆς ἀφαιρούμεναι· τόν τε γὰρ ἀγαθὸν ἱππέα ἐγγὺς αὐτῷ ἐπελαύνων ὁ κακὸς ἤδη ἠφάνισεν, καὶ τοῦ κακοῦ ἄλλος αὖ ἀγαθὸς εὐσχημόνως ἐπιφερόμενος τὴν ἀπρέπειαν συνεσκίασεν.
38.5 ἀλλὰ χρὴ τοῦ συνεχοῦς σῳζομένου τόν τε ἔπαινον τῷ ἀγαθῷ σῷον εἶναι καὶ πρέποντα, καὶ τῷ κακῷ τὸ ὀφειλόμενον ὄνειδος ἀποδίδοσθαι.
39.1 δὶς δὲ ἀμείψαντες τὰς τάξεις τε καὶ τὰς προβολὰς καὶ τοὺς ἀκροβολισμούς τε καὶ τὰς ἐπιστροφάς, ἐπειδὰν τὴν δευτέραν τε καὶ ἀριστερὰν ἐπέλασιν ποιῶνται, οὐχ ἁπλῶς ἐγκλίναντες ἐπὶ δόρυ καὶ παρὰ τὸ βῆμα παρελάσαντες τοὺς ἵππους ἀπαλλάσσονται, ἀλλʼ οἱ ὀξύτατοι αὐτῶν ἐς τὸ ἔργον ὑπολείπονταί σφισιν ἓν ἕκαστος ἀκόντιον, οἱ δὲ ἄκροι καὶ δύο.
39.2 καὶ ἐπειδὰν πελάσωσι τῷ βήματι παριππεύοντες, ἐς κύκλον μὲν ἐπέστρεψαν τὸν ἵππον, ἔτι δὲ ἐν τῇ ἐπιστροφῇ αὐτοῦ ἔχοντες ἐπὶ τὸ πέρας τοῦ πεδίου λοξὸν ἠκόντισαν, καὶ τοῦτο ὡς ἐπὶ μή κιστόν τε καὶ ὡς μάλιστα κραδαινόμενον χρὴ ἐξικέσθαι. οἳ δὲ καὶ δύο ὑπολειπόμενοι ἐπειδὰν ἐπελάσωσιν,
39.3 ἤδη τὸ ὑπολειφθὲν ὑπὸ τὸν θυρεὸν, ἐγκλίναντες ὀλίγον τὴν κεφαλὴν καὶ τὴν δεξιὰν πλευράν, ὡς ἀνυστόν, περιελίξαντες ἐς τοὐπίσω σφῶν ἐξηκόντισαν. ἐπὶ τούτῳ δὲ Κανταβρική τις καλουμένη ἐπέλασις

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme