Thesauros Literature History Τέχνη τακτική

Τέχνη τακτική

Τέχνη τακτική Arrian
5.4 τὸ μὲν δὴ καταλοχίσαι ἐστὶν ἐς λόχους συντάξαι· ὁ δὲ λάχος ὀνομάζεται ἀριθμὸς ἀνδρῶν ἀπὸ τοῦ ἡγουμένου καὶ τῶν μετὰ τοῦτον τεταγμένων ἔστε ἐπὶ τὸν τελευταῖον κατὰ τὸ βάθος, ὃς δὴ οὐραγὸς καλεῖται. ἀριθμὸν δὲ τοῦ λόχου οἳ μὲν ὀκτὼ ἀνδρῶν ἐποίησαν,
5.5 οἳ δὲ δέκα, οἳ δὲ δύο ἐπὶ τοῖς δέκα, οἳ δὲ καὶ ἑκκαίδεκα. κείσθω δὲ ἡμῖν τὸ βαθύτατον αὐτοῦ ἐς ἑκκαίδεκα. σύμμετρον γὰρ τοῦτο πρός τε τὴν ἐπὶ μῆκος τάξιν καὶ πρὸς τὴν ἐς βάθος τῆς φάλαγγος καὶ πρὸς τὸ ὑπερτοξεύεσθαί τε καὶ ὑπερακοντίζεσθαι πρὸς τῶν ψιλῶν τῶν ἐφεστηκότων.
5.6 καὶ εἴτε διπλασιάσαι δεήσειεν τὸ βάθος ἐπὶ τριάκοντα δύο ἄνδρας, ἡ τάξις σύμμετρος ἔσται· εἴτε αὖ μηκῦναι τὸ μέτωπον ἐς ὀκτώ, ἔσται οὐ πάντη ἀβαθὴς ἡ φάλαγξ. τὴν δὲ ἐς ὀκτὼ εἰ ἐκτεῖναι ἐθελήσειας ἐπὶ τέσσαρας, ἀβαθὴς γίγνεται. χρὴ οὖν τὸν λοχαγόν, ἅτε πρῶτον τοῦ λόχου τασσόμενον, τὸν κράτιστον ἐπιλέγεσθαι· ὃ δὲ αὐτὸς καὶ πρωτοστάτης καὶ ἡ γεμὼν καλεῖται.
6.1 τὸν δὲ λόχον καὶ στίχον ἤδη τινὲς ὀνομάζουσιν, οἳ δὲ δεκανίαν,
6.2 τυχὸν οἷς ἐκ δέκα ὁ λόχος ἦν. ὑπὲρ δὲ τῆς ἐνωμοτίας ἀμφιγνοούμενόν ἐστιν· οἳ μὲν γὰρ ἄλλο ὄνομα τῷ λόχῳ εἶναι τοῦτο, οἳ δὲ τὸ τέταρτον τοῦ λάχου ἐνωμοτίαν καλοῦσιν, καὶ ἐνωμόταρχον τὸν τούτου ἡγούμενον, τὰς δὲ δύο ἐνωμοτίας διμοιρίαν καὶ τὸν ἡγούμενον τούτων διμοιρίτην.
6.3 Ξενοφῶν δὲ πόστον μὲν μέρος τοῦ λόχου ἡ ἐνωμοτία ἐστὶν οὐ διασαφεῖ· ὅτι δὲ μεῖον πάντως γε τῷ ἡμίσει, δηλοῖ ἐν ᾧ λέγει ὅτι οἱ λοχαγοὶ κατʼ ἐνωμοτίας ἕκαστος ἐποιήσαντο τὸν αὑτοῦ λόχον.
6.4 ὁ μὲν δὴ τοῦ λοχαγοῦ κατ̔??ʼπιν ἑστὼς ἐπιστάτης καλεῖται, ὁ δὲ αὖ κατόπιν τούτου πρωτοστάτης, ὁ δʼ ἐπὶ τούτῳ ἐπιστάτης, καὶ ἐφεξῆς ὡσαύτως, ὡς τὸν πάντα τοῦ λόχου στίχον ἐκ πρωτοστατῶν καὶ ἐπιστατῶν
6.5 τετάχθαι παραλλὰξ ἱσταμένων. χρὴ δὲ μὴ μόνον τὸν λοχαγὸν τὸν κράτιστον τοῦ λόχου εἶναι, ἀλλὰ καὶ τὸν οὐραγὸν οὐ πολύ τι ἀποδέοντα ἐπιλέγεσθαι· πολλὰ γὰρ καὶ τούτῳ καὶ οὐ τὰ φαυλότατα ἐν τοῖς πολεμικοῖς ἐπιτέτραπται.
6.6 εἴη ἂν οὖν ὁ λόχος στίχος ἐξ ἐπιστατῶν καὶ πρωτοστατῶν ἐν μέσῳ λοχαγοῦ τε καὶ οὐραγοῦ συντεταγμένος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme