Thesauros Literature History Acies Contra Alanos

Acies Contra Alanos

Acies Contra Alanos Arrian
8 ἐπὶ τούτοις δὲ τὰ σκευοφόρα ἑπέσθω. οὐραγείτω δὲ ἡ ἴλη τῶν Γετῶν καὶ ὁ ταύτης ἴλαρχος.
9 τὰς πλευρὰς δὲ τοῦ πεζικοῦ κοσμούντων μὲν ἑκατόνταρχοι καὶ οἱ ἐπὶ τῷδε τεταγμένοι, φυλακῆς δὲ ἕνεκα ἴλη ἡ Ἀλλακτικὴ παριππευέτω ἐπὶ ἕνα στοῖχον ἑκατέρωθεν τεταγμένη, καὶ οἱ τῶν Ἰταλῶν ἱππῆς. ὁ δὲ ἴλαρχος αὐτῶν ἐπιφοιτάτω ταῖς πλευραῖς.
10 ὁ δὲ ἡγεμὼν τῆς πάσης στρατιᾶς Ξενοφῶν τὸ πολὺ μὲν πρὸ τῶν σημείων τῶν πεζικῶν ἡγείσθω, ἐπιφοιτάτω δὲ πάσῃ τῇ τάξει, καὶ ἐπισκοπείτω ὅπως τεταγμένοι ἰᾶσι, καὶ τοὺς μὲν ἀτακτοῦντας ἐς τάξιν ἐπαναγέτω, τοὺς δὲ ἐν κόσμῳ ἰόντας ἐπαινείτω. οὕτω μὲν τεταγμένους ἰέναι.
11 ἐλθόντας δὲ ἐς τὸ ἀποδεδειγμένον χωρίον, τὴν μὲν ἵππον πᾶσαν περιστῆσαι ἐν κύκλῳ ἐς τετράγωνον τάξιν, τοὺς κατασκόπους δὲ πέμψαι ἐς τὰ ὑπερδέξια χωρία σκοπῆς ἕνεκα τῶν πολεμίων. ἐνταῦθα δὲ ἀπὸ σημείου ὁπλίζεσθαι σιγῇ, ὁπλισαμένους δὲ ἐς τάξιν καθίστασθαι.
12 ἡ τάξις δὲ ἔστω ἥδε. τὸ μὲν κέρας ἑκάτερον τῶν πεζῶν τὰ ὑπερδέξια ἐχέτω τῶν χωρίων, ὅτι ἐν τοιῷδε ἡ ἔκταξις ἔσται. ἐπιτετάχθων δὲ τῷ κέρᾳ τῷ μὲν δεξιῷ οἱ ἀμφὶ Οὐασάκην καὶ Ἄρβηλον Ἀρμένιοι, τὸ ὑπερδεξιώτατον τοῦ κέρως ἔχοντες, ὅτι τοξόται εἰσὶν οἱ σύμπαντες.
13 προτετάχθων δὲ αὐτῶν οἱ τῆς σπείρας τῆς Ἰταλικῆς πεζοί. πάντων δὲ ἡγείσθω Πούλχερ, ὅσπερ καὶ τῆς σπείρας τῆς Ἰταλικῆς ἄρχει. καὶ τούτῳ ἐπιτετράφθω αὐτός τε ὁ Οὐασάκης καὶ Ἄρβηλος καὶ ἐκείνων ἱππικόν τε καὶ πεζικόν.
14 ἐπὶ δὲ τοῦ ἀριστεροῦ τετάχθων καὶ οὗτοι τὸ ὑπερδεξιώτατον τοῦ κέρως ἔχοντες οἵ τε ἀπὸ τῆς σμικρᾶς Ἀρμενίας σύμμαχοι καὶ οἱ Τραπεζουντίων γυμνῆτες καὶ οἱ Ῥιζιανοὶ λογχοφόροι. προτετάχθων δὲ τούτων οἱ Ἀπλανοὶ οἱ διακόσιοι, καὶ Κυρηναῖοι οἱ ἑκατόν, ὡς προβολὴν μὲν εἶναι πρὸ τῶν ἀκοντιστῶν τοὺς ὁπλίτας, τοὺς δὲ ὑπερακοντίζειν ἐκ τοῦ ὑπερδεξιοῦ.
15 τὸ δὲ ἐν μέσῳ σύμπαν τὸ μὲν δεξιὸν ἐχέτω ἡ πεζικὴ φάλαγξ ἡ πεντεκαιδεκάτη ὑπὲρ τὸ μέσον τοῦ παντὸς χωρίου, ὅτι πολὺ πλείονες πλήθει οὗτοί εἰσι· τὸ δὲ ὑπόλοιπον τοῦ ἀριστεροῦ ἐκπληρούντων οἱ τῆς δωδεκάτης φάλαγγος πεζοὶ ἔστε ἐπὶ τὸ ἄκρον τοῦ κέρως τοῦ ἀριστεροῦ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme