Book 1
13.3
τοὺς δὲ Οἰνώτρους τῆς τʼ ἄλλης Ἰταλίας πολλὰ χωρία οἴομαι κατασχεῖν, τὰ μὲν ἔρημα, τὰ δὲ φαύλως οἰκούμενα καταλαβόντας, καὶ δὴ καὶ τῆς Ὀμβρικῶν γῆς ἐστιν ἣν ἀποτεμέσθαι, κληθῆναι δὲ Ἀβοριγῖνας ἐπὶ τῆς ἐν τοῖς ὄρεσιν οἰκήσεως ʽἈρκαδικὸν γὰρ τὸ φιλοχωρεῖν ἐν ὄρεσινʼ, ὡς ὑπερακρίους τινὰς καὶ παραλίους Ἀθήνησιν.
13.4
εἰ δέ τινες πεφύκασι μὴ ταχεῖς εἶναι περὶ πραγμάτων παλαιῶν ἀβασανίστως τὰ λεγόμενα δέχεσθαι, μὴ ταχεῖς ἔστωσαν μηδὲ Λίγυας ἢ Ὀμβρικοὺς ἢ ἄλλους τινὰς βαρβάρους αὐτοὺς νομίσαι, περιμείναντες δὲ καὶ τὰ λοιπὰ μαθεῖν κρινέτωσαν ἐξ ἁπάντων τὸ πιθανώτατον.
14.1
τῶν δὲ πόλεων, ἐν αἷς τὸ πρῶτον ᾤκησαν Ἀβοριγῖνες, ὀλίγαι περιῆσαν ἐπʼ ἐμοῦ· αἱ δὲ πλεῖσται ὑπό τε πολέμων καὶ ἄλλων κακῶν οἰκοφθορηθεῖσαι ἔρημοι ἀφεῖνται. ἦσαν δʼ ἐν τῇ Ῥεατίνῃ γῇ τῶν Ἀπεννίνων ὀρῶν οὐ μακρὰν, ὡς Οὐάρρων Τερέντιος ἐν ἀρχαιολογίαις γράφει, ἀπὸ τῆς Ῥωμαίων πόλεως αἱ τὸ βραχύτατον ἀπέχουσαι ἡμερήσιον διάστημα ὁδοῦ· ὧν ἐγὼ τὰς ἐπιφανεστάτας, ὡς ἐκεῖνος ἱστορεῖ, διηγήσομαι.
14.2
Παλάτιον μὲν πέντε πρὸς τοῖς εἴκοσι σταδίοις ἀφεστῶσα Ῥεάτου, πόλεως οἰκουμένης ὑπὸ Ῥωμαίων ἔτι καὶ εἰς ἐμὲ, Κοϊντίας ὁδοῦ πλησίον. Τριβόλα δὲ ἀμφὶ τοὺς ἑξήκοντα σταδίους τῆς αὐτῆς πόλεως ἀφεστῶσα, λόφον ἐπικαθημένη σύμμετρον. Συεσβόλα δὲ τὸ αὐτὸ διάστημα τῆς Τριβόλας ἀπέχουσα, τῶν Κεραυνίων ὀρῶν πλησίον. ἀπὸ δὲ ταύτης τετταράκοντα σταδίοις διῃρημένη πόλις ἐπιφανὴς Σούνα, ἔνθα νεὼς πάνυ ἀρχαῖός ἐστιν Ἄρεος.
14.3
Μήφυλα δὲ ὡς τριάκοντα σταδίους ἄπωθεν τῆς Σούνης· δείκνυται δὲ αὐτῆς ἐρείπιά τε καὶ τείχους ἴχνη. τετταράκοντα δὲ σταδίους ἀπέχουσα Μηφύλης Ὀρουΐνιον, εἰ καί τις ἄλλη τῶν αὐτόθι πόλεων ἐπιφανὴς καὶ μεγάλη· δῆλοι γάρ εἰσιν αὐτῆς οἵ τε θεμέλιοι τῶν τειχῶν καὶ τάφοι τινὲς ἀρχαιοπρεπεῖς καὶ πολυανδρίων ἐν ὑψηλοῖς χώμασι μηκυνομένων περίβολοι· ἔνθα καὶ νεὼς Ἀθηνᾶς ἐστιν ἀρχαῖος, ἱδρυμένος ἐπὶ τῆς ἄκρας.