Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 1

39.3 ἀναστὰς δὲ μετʼ ὀλίγον ὁ Ἡρακλῆς καὶ τὸν ἀριθμὸν ἐπιλεξάμενος τῶν βοῶν, ὡς ἔμαθέ τινας ἐκλειπούσας, τέως μὲν ἠπόρει ποῦ κεχωρήκασι καὶ ὡς πεπλανημένας ἀπὸ τῆς νομῆς ἐμάστευεν ἀνὰ τὸν χῶρον· ὡς δʼ οὐχ εὕρισκεν ἐπὶ τὸ σπήλαιον ἀφικνεῖται τοῖς μὲν ἴχνεσι διαρτώμενος, οὐδὲν δὲ ἧττον οἰόμενος δεῖν διερευνήσασθαι τὸν χῶρον. τοῦ δὲ Κάκου πρὸ τῆς θύρας ἑστῶτος καὶ οὔτʼ ἰδεῖν τὰς βοῦς φάσκοντος ἐρομένῳ οὔτʼ ἐρευνᾶσθαι ἐπιτρέποντος αἰτουμένῳ τούς τε πλησίον ὡς δεινὰ πάσχοι ὑπὸ τοῦ ξένου ἐπιβοῶντος, ἀμηχανῶν ὁ Ἡρακλῆς ὅ τι χρήσεται τῷ πράγματι εἰς νοῦν βάλλεται προσελάσαι τῷ σπηλαίῳ τὰς ἄλλας βοῦς. ὡς δὲ ἄρα τῆς συννόμου φωνῆς τε καὶ ὀσμῆς αἱ ἔντοσθεν ᾔσθοντο, ἀντεμυκῶντο ταῖς ἔκτοσθεν καὶ ἐγεγόνει ἡ φωνὴ
39.4 αὐτῶν κατήγορος τῆς κλοπῆς. ὁ μὲν οὖν Κάκος, ἐπειδὴ περιφανὴς ἐγένετο κακουργῶν, τρέπεται πρὸς ἀλκὴν καὶ τοὺς εἰωθότας αὐτῷ συναγραυλεῖν ἀνεκάλει· Ἡρακλῆς δὲ ἀλοιῶν αὐτὸν τῷ ῥοπάλῳ κτείνει, καὶ τὰς βοῦς ἐξαγαγών, ἐπειδὴ κακούργων ὑποδοχαῖς εὔθετον ἑώρα τὸ χωρίον, ἐπικατασκάπτει τῇ καλαύροπι τὸ σπήλαιον. ἁγνίσας δὲ τῷ ποταμῷ τὸν φόνον ἱδρύεται πλησίον τοῦ τόπου Διὸς Εὑρεσίου βωμόν, ὅς ἐστι τῆς Ῥώμης παρὰ τῇ Τριδύμῳ πύλῃ, καὶ θύει τῷ θεῷ δάμαλιν ἕνα τῆς εὑρέσεως τῶν βοῶν χαριστήριον. ταύτην ἔτι καὶ εἰς ἐμὲ τὴν θυσίαν ἡ Ῥωμαίων πόλις συνετέλει, νομίμοις Ἑλληνικοῖς ἅπασιν ἐν αὐτῇ χρωμένη, καθάπερ ἐκεῖνος κατεστήσατο.
40.1 οἱ δὲ Ἀβοριγῖνες καὶ τῶν Ἀρκάδων οἱ τὸ Παλλάντιον κατοικοῦντες, ὡς τοῦ τε Κάκου τὸν θάνατον ἔγνωσαν καὶ τὸν Ἡρακλέα εἶδον, τῷ μὲν ἀπεχθόμενοι διὰ τὰς ἁρπαγάς, τοῦ δὲ τὴν ὄψιν ἐκπαγλούμενοι θεῖόν τι χρῆμα ἐνόμισαν ὁρᾶν καὶ τοῦ λῃστοῦ μέγα εὐτύχημα τὴν ἀποβολὴν ἐποιοῦντο. οἱ δὲ πένητες αὐτῶν κλάδους δρεψάμενοι δάφνης, ἣ πολλὴ περὶ τὸν τόπον ἐφύετο, ἐκεῖνόν τε καὶ αὑτοὺς ἀνέστεφον, ἧκον δὲ οἱ βασιλεῖς αὐτῶν ἐπὶ ξένια τὸν Ἡρακλέα καλοῦντες. ὡς δὲ καὶ τοὔνομα καὶ τὸ γένος αὐτοῦ καὶ τὰς πράξεις διεξιόντος ἔμαθον, ἐνεχείριζον αὐτῷ τήν τε χώραν καὶ σφᾶς αὐτοὺς ἐπὶ φιλίᾳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme