Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 1

81.6 ἀποκριναμένου δὲ τοῦ μειρακίου ὁπόσα τοὺς ἐν ἀπογνώσει βίου κειμένους ἡ τοῦ σωθήσεσθαι ἐλπὶς τοῖς κυρίοις τούτου λέγειν καὶ ὑπισχνεῖσθαι ἐπαίρει, λῦσαι κελεύσας αὐτὸν ὁ Νεμέτωρ καὶ πάντας ἀπελθεῖν ἐκποδῶν φράζει τὰς αὑτοῦ τύχας, ὡς Ἀμόλιος αὐτὸν ἀδελφὸς ὢν ἀπεστέρησε τῆς βασιλείας ὀρφανόν τε τέκνων ἔθηκε, τὸν μὲν ἐπὶ θήρᾳ κρύφα διαχειρισάμενος, τὴν δʼ ἐν εἱρκτῇ δεδεμένην φυλάττων, τά τε ἄλλα ὁπόσα δεσπότης χρώμενος δούλῳ λωβᾶται.
82.1 ταῦτʼ εἰπὼν καὶ πολὺν θρῆνον ἅμα τοῖς λόγοις καταχεάμενος ἠξίου τιμωρὸν τοῖς κατʼ οἶκον αὑτοῦ κακοῖς τὸν Ῥῶμον γενέσθαι. ἀσμένως δὲ ὑποδεξαμένου τὸν λόγον τοῦ μειρακίου καὶ παραυτίκα τάττειν αὑτὸν ἐπὶ τὸ ἔργον ἀξιοῦντος ἐπαινέσας ὁ Νεμέτωρ τὴν προθυμίαν, Τῆς μὲν πράξεως ἔφη τὸν καιρὸν ἐγὼ ταμιεύσομαι, σὺ δὲ τέως πρὸς τὸν ἀδελφὸν ἀπόρρητον ἅπασι τοῖς ἄλλοις ἀγγελίαν πέμψον, ὅτι σώζῃ τε δηλῶν καὶ διαταχέων αὐτὸν ἥκειν ἀξιῶν.
82.2 ἐκ δὲ τούτου πέμπεταί τις ἐξευρεθείς, ὃς ἐδόκει ὑπηρετήσειν καὶ περιτυχὼν οὐ πρόσω τῆς πόλεως ὄντι Ῥωμύλῳ διασαφεῖ τὰς ἀγγελίας· ὁ δὲ περιχαρὴς γενόμενος ἔρχεται σπουδῇ πρὸς Νεμέτορα καὶ περιπλακεὶς ἀμφοῖν ἀσπάζεται μὲν πρῶτον, ἔπειτα φράζει τὴν ἔκθεσιν σφῶν καὶ τροφὴν καὶ τἆλλα ὅσα παρὰ τοῦ Φαιστύλου ἐπύθετο. τοῖς δὲ βουλομένοις τε καὶ οὐ πολλῶν ἵνα πιστεύσειαν τεκμηρίων δεομένοις καθʼ ἡδονὰς τὸ λεγόμενον ἦν. ἐπεὶ δὲ ἀνέγνωσαν ἀλλήλους αὐτίκα συνετάττοντο καὶ διεσκόπουν ὅστις ἔσται
82.3 τρόπος ἢ καιρὸς εἰς τὴν ἐπίθεσιν ἐπιτήδειος. ἐν ᾧ δὲ οὗτοι περὶ ταῦτʼ ἦσαν ὁ Φαιστύλος ἀπάγεται πρὸς Ἀμόλιον. δεδοικὼς γὰρ μὴ οὐ πιστὰ δόξῃ τῷ Νεμέτορι λέγειν ὁ Ῥωμύλος ἄνευ σημείων ἐμφανῶν μεγάλου πράγματος μηνυτὴς γενόμενος, τὸ γνώρισμα τῆς ἐκθέσεως τῶν βρεφῶν τὴν σκάφην ἀναλαβὼν ὀλίγον ὕστερον ἐδίωκεν εἰς τὴν πόλιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme