Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 1

84.8 πολλῶν δὲ συνελθόντων ἅμα τοῖς ἐπαιτίοις ἐπὶ τῇ προφάσει τῆς δίκης φράσαντα τοῖς νεανίσκοις τὸν μητροπάτορα πᾶσαν τὴν καταλαβοῦσαν αὐτοὺς τύχην καὶ φήσαντα τιμωρίαν νῦν εἴ ποτε καιρὸν εἶναι λαβεῖν, αὐτίκα ποιήσασθαι σὺν τῷ νομευτικῷ πλήθει τὴν ἐπίθεσιν. περὶ μὲν οὖν γενέσεως καὶ τροφῆς τῶν οἰκιστῶν τῆς Ῥώμης ταῦτα λέγεται.
85.1 τὰ δὲ κατὰ τὴν κτίσιν αὐτὴν γενόμενα (τοῦτο γὰρ ἔτι μοι τὸ μέρος τῆς γραφῆς λείπεται) νῦν ἔρχομαι διηγησόμενος. ἐπειδὴ γὰρ Ἀμολίου τελευτήσαντος ἀνενεώσατο τὴν ἀρχὴν ὁ Νεμέτωρ ὀλίγον ἐπισχὼν χρόνον, ἐν ᾧ τὴν πόλιν ἐκ τῆς πρότερον ἐπεχούσης ἀκοσμίας εἰς τὸν ἀρχαῖον ἐκόσμει τρόπον, εὐθὺς ἐπενόει τοῖς μειρακίοις ἰδίαν ἀρχὴν κατασκευάσαι ἑτέραν πόλιν οἰκίσας.
85.2 ἅμα δὲ καὶ τοῦ πολιτικοῦ πλήθους ἐπίδοσιν εἰς εὐανδρίαν ἐσχηκότος ἀπαναλῶσαί τι καλῶς ἔχειν ᾤετο, καὶ μάλιστα τὸ διάφορον αὐτῷ ποτε γενόμενον, ὡς μὴ διʼ ὑποψίας αὐτοὺς ἔχοι. κοινωσάμενος δὲ τοῖς μειρακίοις, ἐπειδὴ κἀκείνοις ἐδόκει, δίδωσιν αὐτοῖς χωρία μὲν ὧν ἄρξουσιν, ἔνθα παῖδες ὄντες ἐτράφησαν, ἐκ δὲ τοῦ λεὼ τόν τε διʼ ὑποψίας αὐτῷ γενόμενον, ὃς ἔμελλε νεωτερισμοῦ εἰσαῦθις ἄρξειν, καὶ εἴ τι ἑκούσιον ἀπαναστῆναι ἐβούλετο.
85.3 ἦν δὲ ἐν τούτοις πολὺ μὲν ὥσπερ εἰκὸς ἐν πόλει κινουμένῃ τὸ δημοτικὸν γένος, ἱκανὸν δὲ καὶ τὸ ἀπὸ τοῦ κρατίστου γνώριμον, ἐκ δὲ τοῦ Τρωικοῦ τὸ εὐγενέστατον δὴ νομιζόμενον, ἐξ οὗ καὶ γενεαί τινες ἔτι περιῆσαν εἰς ἐμέ, πεντήκοντα μάλιστʼ οἶκοι. ἐχορηγεῖτο δὲ τοῖς νεανίσκοις καὶ χρήματα καὶ ὅπλα καὶ σῖτος καὶ ἀνδράποδα καὶ ὑποζύγια ἀχθοφόρα καὶ εἴ τι ἄλλο πόλεως ἦν κατασκευῇ πρόσφορον.
85.4 ὡς δὲ ἀνέστησαν ἐκ τῆς Ἄλβας οἱ νεανίσκοι τὸν λεὼν μίξαντες αὐτῷ τὸν αὐτόθεν, ὅσος ἦν ἐν τῷ Παλλαντίῳ καὶ περὶ τὴν Σατορνίαν ὑπολιπής, μερίζονται τὸ πλῆθος ἅπαν διχῇ. τοῦτο δὲ αὐτοῖς δόξαν παρέσχε φιλοτιμίας, ἵνα θᾶττον ἀνύηται τῇ πρὸς ἀλλήλους ἁμίλλῃ τὰ ἔργα, αἴτιον δὲ τοῦ μεγίστου κακοῦ, στάσεως, ἐγένετο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme