Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 1

88.2 θεοῖς φίλον, ᾤετο πεπρᾶχθαι καλέσας ἅπαντας εἰς τὸν ἀποδειχθέντα τόπον περιγράφει τετράγωνον σχῆμα τῷ λόφῳ, βοὸς ἄρρενος ἅμα θηλείᾳ ζευχθέντος ὑπʼ ἄροτρον ἑλκύσας αὔλακα διηνεκῆ τὴν μέλλουσαν ὑποδέξεσθαι τὸ τεῖχος· ἐξ οὗ Ῥωμαίοις τὸ ἔθος τοῦτο τῆς περιαρόσεως τῶν χωρίων ἐν οἰκισμοῖς πόλεων παραμένει. ἐργασάμενος δὲ ταῦτα καὶ τῶν βοῶν ἑκατέρους ἱερεύσας ἄλλων τε πολλῶν θυμάτων καταρξάμενος ἐφίστησι τοῖς ἔργοις τὸν λεών. ταύτην ἔτι καὶ
88.3 εἰς ἐμὲ τὴν ἡμέραν Ῥωμαίων ἡ πόλις ἑορτῶν οὐδεμιᾶς ἥττονα τιθεμένη καθʼ ἕκαστον ἔτος ἄγει, καλοῦσι δὲ Παρίλια. θύουσι δʼ ἐν αὐτῇ περὶ γονῆς τετραπόδων οἱ γεωργοὶ καὶ νομεῖς θυσίαν χαριστήριον ἔαρος ἀρχομένου. πότερον δὲ παλαίτερον ἔτι τὴν ἡμέραν ταύτην ἐν εὐπαθείαις διάγοντες ἐπιτηδειοτάτην οἰκισμῷ πόλεως ἐνόμισαν, ἢ τοῦ κτίσματος ἄρξασαν ἱερὰν ἐποιήσαντο καὶ θεοὺς ἐν αὐτῇ τοὺς ποιμέσι φίλους γεραίρειν ᾤοντο δεῖν οὐκ ἔχω βεβαίως εἰπεῖν.
89.1 ἃ μὲν οὖν ἐμοὶ δύναμις ἐγένετο σὺν πολλῇ φροντίδι ἀνευρεῖν Ἑλλήνων τε καὶ Ῥωμαίων συχνὰς ἀναλεξαμένῳ γραφὰς ὑπὲρ τοῦ τῶν Ῥωμαίων. γένους, τοιάδʼ ἐστίν. ὥστε θαρρῶν ἤδη τις ἀποφαινέσθω πολλὰ χαίρειν φράσας τοῖς βαρβάρων καὶ δραπετῶν καὶ ἀνεστίων ἀνθρώπων καταφυγὴν τὴν Ῥώμην ποιοῦσιν Ἑλλάδα πόλιν αὐτήν, ἀποδεικνύμενος μὲν κοινοτάτην τε πόλεων καὶ φιλανθρωποτάτην, ἐνθυμούμενος. ὅτι τὸ μὲν τῶν Ἀβοριγίνων φῦλον Οἰνωτρικὸν ἦν, τοῦτο δὲ Ἀρκαδικόν·
89.2 μεμνημένος δὲ τῶν συνοικησάντων αὐτοῖς Πελασγῶν, οἳ Θετταλίαν καταλιπόντες Ἀργεῖοι τὸ γένος ὄντες εἰς Ἰταλίαν ἀφίκοντο· Εὐάνδρου τε αὖ καὶ Ἀρκάδων ἀφίξεως, οἳ περὶ τὸ Παλλάντιον ᾤκησαν, Ἀβοριγίνων αὐτοῖς παρασχόντων τὸ χωρίον· ἔτι δὲ Πελοποννησίων τῶν σὺν Ἡρακλεῖ παραγενομένων, οἳ κατῴκησαν ἐπὶ τοῦ Σατορνίου· τελευταῖον δὲ τῶν ἀπαναστάντων ἐκ τῆς Τρωάδος καὶ συγκερασθέντων τοῖς προτέροις. τούτων γὰρ ἂν οὐδὲν εὕροι τῶν ἐθνῶν οὔτε ἀρχαιότερον οὔτε Ἑλληνικώτερον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme