Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 11

9.2 ἅπασι μὲν γὰρ ἴσως, ὅσοις τῇ πατρίδι ... δωσιν, ἀναγκαῖός ἐστιν ὁ περὶ τῶν κοινῇ συμφερόντων λόγος, μάλιστα δʼ ἐμοί. πρῶτον μὲν γάρ, ὅτι γνώμης ἄρχειν ἠξίωμαι διὰ τιμήν· αἰσχύνη δὲ καὶ μωρία πολλὴ πρῶτον ἀναστάντα μὴ οὐχ ἃ δεῖ πρῶτον ἐπανορθώσασθαι λέγειν. ἔπειθʼ ὅτι συμβέβηκεν ὄντι θείῳ πρὸς πατρὸς Ἀππίου τοῦ προεστηκότος τῆς δεκαδαρχίας ἥδεσθαί τε πάντων μάλιστα, ὅταν εὖ τὰ κοινὰ ὑπʼ αὐτῶν ἐπιτροπεύηται, καὶ ἀνιᾶσθαι παντὸς ὁτουδήτινος μᾶλλον, ὅταν μὴ καλῶς.
9.3 πρὸς δὲ τούτοις ὅτι ταύτην πολιτείας διαδέδεγμαι προαίρεσιν ἐκ προγόνων τὰ κοινὰ συμφέροντα πρὸ τῶν οἰκείων λυσιτελῶν αἱρεῖσθαι καὶ μηδένα κίνδυνον ἴδιον ὑπολογίζεσθαι, ἣν οὐκ ἂν προδοίην ἑκὼν εἶναι δέ μοι ταύτην τοῦ βίου προαίρεσιν καὶ οὐκ ἂν καταισχύναιμι τὰς ἐκείνων τῶν ἀνδρῶν ἀρετάς.
9.4 περὶ μὲν οὖν τῆς καθεστώσης πολιτείας, ὅτι πονηρῶς ἡμῖν ἔχει, καὶ δυσχεραίνουσιν ὀλίγου δεῖν πάντες αὐτῇ, μέγιστον ὑμῖν γενέσθω τεκμήριον πάντες οἱ τὰ κοινὰ διοικοῦντες ὃ μόνον οὐδʼ ἀγνοεῖν ἔξεστιν ὑμῖν, ὅτι φεύγουσιν ἐκ τῆς πόλεως ὁσημέραι καταλιπόντες τὰς πατρῴας ἑστίας οἱ χαριέστατοι τῶν δημοτικῶν, οἱ μὲν εἰς τὰς πλησιοχώρους πόλεις ἅμα γυναιξὶ καὶ τέκνοις μετατιθέμενοι τὰς οἰκήσεις, οἱ δʼ εἰς τοὺς πλεῖστον ἀπέχοντας τῆς πόλεως ἀγρούς· καὶ οὐδὲ τῶν πατρικίων πολλοὶ τὰς κατʼ ἄστυ ποιοῦνται διατριβὰς ὡς πρότερον, ἀλλὰ καὶ τούτων οἱ πλείους τὸν βίον ἔχουσιν ἐν τοῖς ἀγροῖς.
9.5 καὶ τί δεῖ περὶ τῶν ἄλλων λέγειν, ὅτε καὶ τῶν βουλευτῶν ὀλίγοι μέν τινες οἱ κατὰ συγγένειαν ἢ φιλίαν προσήκοντες ὑμῖν ὑπομένουσιν ἐντὸς τείχους, οἱ δʼ ἄλλοι τὴν ἐρημίαν ποθεινοτέραν ἡγοῦνται τῆς πατρίδος; ὅτε γοῦν ἐδέησεν ὑμῖν καλέσαι τὴν βουλήν, ἐκ τῶν ἀγρῶν καθʼ ἕνα καλούμενοι συνῆλθον, οἷς πάτριον ἦν ἅμα ταῖς ἀρχαῖς διὰ φυλακῆς ἔχειν τὴν πατρίδα καὶ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme