Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 11

14.3 μηδαμῇ. ἀποδεδωκὼς δή σοι τὰ τοῦ γένους ὀφειλήματα μαρτύρομαι θεούς, ὧν ἱερὰ καὶ βωμοὺς κοιναῖς θυσίαις γεραίρομεν οἱ τῆς Ἀππίου γενεᾶς διάδοχοι, καὶ προγόνων δαίμονας, οἷς μετὰ θεοὺς δευτέρας τιμὰς καὶ χάριτας ἀποδίδομεν κοινάς, ὑπὲρ ἅπαντας δὲ τούτους γῆν, ἣ κατέχει τὸν σὸν μὲν πατέρα, ἐμὸν δʼ ἀδελφόν, ὅτι σοι παρέσχημαι ψυχήν τε καὶ φωνὴν τὴν ἐμαυτοῦ τὰ κράτιστα βουλευομένην, καὶ ἐπανορθῶν τὰς ἀγνοίας σου κατὰ δύναμιν τὴν ἐμὴν ἀξιῶ σε μὴ τοῖς κακοῖς ἰᾶσθαι τὰ κακά, μηδὲ τῶν πλειόνων ὀρεγόμενον καὶ τὰ παρόντα ἀπολέσαι, μηδʼ ἵνα τῶν ἴσων τε καὶ κρειττόνων ἄρχῃς ὑπὸ τῶν ἡττόνων τε καὶ κακιόνων ἄρχεσθαι.
14.4 πολλὰ καὶ περὶ πολλῶν ἔτι σοι λέγειν βουλόμενος ὀκνῶ. εἰ μὲν γὰρ ἐπὶ τὰ κρείττω βουλεύματα ὀ θεὸς ἄγει σε, καὶ ταῦτα πλείω τῶν ἱκανῶν εἴρηκα, εἰ δʼ ἐπὶ τὰ χείρω, διακενῆς καὶ τὰ λοιπὰ ἐρῶ. ἔχετε, ὦ βουλή, καὶ ὑμεῖς οἱ προεστηκότες τῆς πόλεως, τὴν ἐμὴν γνώμην καὶ περὶ τοῦ πολέμου τῆς καταλύσεως καὶ περὶ τῶν ἐν τῇ πόλει θορύβων τῆς ἐπανορθώσεως. εἰ δέ τις ἕτερα τούτων κρείττω ἐρεῖ, τὰ βέλτιστα νικάτω.
15.1 τοιαῦτʼ εἰπόντος Κλαυδίου καὶ πολλὴν ἐλπίδα τῷ συνεδρίῳ παρασχόντος, ὡς ἀποθησομένων τῶν δέκα τὴν ἀρχήν, Ἄππιος μὲν πρὸς ταῦτα οὐδὲν ἠξίωσεν εἰπεῖν· ἐκ δὲ τῶν ἄλλων ὀλιγαρχῶν προελθὼν Κορνήλιος Μάρκος· ἡμεῖς μέν, ἔφησεν, ὦ Κλαύδιε, περὶ τῶν ἰδίων συμφερόντων αὐτοὶ διαγνωσόμεθα τῆς σῆς οὐδὲν δεόμενοι βουλῆς. καὶ γὰρ ἡλικίας ἐν τῇ φρονιμωτάτῃ ἐσμέν, ὥστε μηδὲν τῶν διαφερόντων ἀγνοεῖν, καὶ φίλων οὐ σπανίζομεν, οἷς, ἐάν τι δέῃ,
15.2 συμβούλοις χρησόμεθα. παῦσαι δὴ πρᾶγμα ποιῶν ἄωρον, ἀνὴρ πρεσβύτερος οὐ δεομένοις συμβουλῆς γνώμας ἀποδεικνύμενος. τῷ Ἀππίῳ δʼ εἴ τι βούλει παραινεῖν ἢ λοιδορεῖσθαι — τοῦτο γὰρ ἀληθέστερον — ὅταν ἐξέλθῃς ἐκ τοῦ συνεδρίου, λοιδορήσῃ. νῦν δʼ ὑπὲρ τοῦ πρὸς Αἰκανοὺς καὶ Σαβίνους πολέμου, περὶ οὗ κέκλησαι γνώμην ἀποδειξόμενος, ὅ τι σοι φαίνεται λέγε καὶ παῦσαι τὰ ἔξω τοῦ πράγματος φλυαρῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme