Book 11
18.3
οὐκ ἔστιν ὑγιαινόντων ἀνθρώπων τὰ τοιαῦτα βουλεύματα, ὦ πατέρες, οὐδὲ προνοίας πολιτικῆς τὰ κοινὰ συμφέροντα τῶν ἰδίων ἀπεχθειῶν ἡγουμένης ἀναγκαιότερα, ἀλλὰ φιλονεικίας ἀκαίρου καὶ δυσμενείας ἀβούλου καὶ φθόνου κακοδαίμονος, ὃς οὐκ ἐᾷ τοὺς ἔχοντας αὐτὸν σωφρονεῖν. ἀλλὰ τὰς μὲν τούτων φιλονεικίας ἐάσατε χαίρειν, ἃ δὲ ψηφισάμενοι τῇ πόλει σωτήρια καὶ ὑμῖν αὐτοῖς προσήκοντα ἔσεσθε βεβουλευμένοι καὶ τοῖς ἐχθροῖς φοβερά, ἐγὼ πειράσομαι λέγειν.
18.4
νῦν μὲν τὸν πρὸς Αἰκανοὺς καὶ Σαβίνους πόλεμον ἐπικυρώσατε καὶ τὰς δυνάμεις μετὰ πλείστης προθυμίας καὶ σπουδῆς καταγράφετε τὰς ἐπʼ ἀμφοτέρους ἐξελευσομένας. ὅταν δὲ τὰ τοῦ πολέμου τέλος ἡμῖν τὸ κράτιστον λάβῃ, καὶ ἀναστρέψωσιν εἰς τὴν πόλιν αἱ δυνάμεις εἰρήνης γενομένης, τότε καὶ περὶ τοῦ κόσμου τῆς πολιτείας σκοπεῖτε, καὶ λόγον ἀπαιτεῖτε τοὺς δέκα περὶ πάντων, ὧν ἐπὶ τῆς ἀρχῆς ἔπραξαν, καὶ νέας ἀρχὰς ψηφοφορεῖτε καὶ δικαστήρια καθίζετε καὶ τιμᾶτε τοὺς ἑκατέρου τούτων ἀξίους, ὅταν ἐφʼ ὑμῖν γένηται ταῦτʼ ἀμφότερα, μαθόντες ὅτι οὐ τοῖς πράγμασιν οἱ καιροὶ δουλεύουσιν, ἀλλὰ τοῖς καιροῖς τὰ πράγματα.
18.5
ταύτην ἀποδειξαμένου Κορνηλίου τὴν γνώμην οἱ μετʼ ἐκεῖνον ἀνιστάμενοι χωρὶς ὀλίγων τῆς αὐτῆς ἐγένοντο προαιρέσεως· οἱ μὲν ἀναγκαῖα καὶ τῷ παρόντι καιρῷ ταῦτα προσήκοντα ὑπολαμβάνοντες εἶναι, οἱ δʼ ὑποκατακλινόμενοι καὶ θεραπεύοντες τοὺς δέκα τῷ φόβῳ τῆς ἀρχῆς. ἦν γάρ τι καὶ κατεπτηχὸς τὴν ἐξουσίαν οὐκ ἐλάχιστον μέρος ἐκ τῶν συνέδρων.
19.1
ὡς δʼ αἱ πλείους γνῶμαι διηγορεύθησαν, καὶ παρὰ πολὺ κρατεῖν ἐδόκουν οἱ τὸν πόλεμον ἐπικυροῦντες τῶν ἑτέρων, τότε Λεύκιον Οὐαλέριον ἐν τοῖς ἐσχάτοις ἐκάλουν, ὃν ἔφην εὐθὺς ἐν ἀρχαῖς βουλόμενόν τι λέγειν κεκωλῦσθαι πρὸς αὐτῶν. ὁ δὲ ἀναστὰς τοιούτους διεξῆλθε λόγους·