Book 11
20.5
ἵνα δὲ καὶ κατὰ νόμους ἡ τοῦ δικτάτορος ἀνάρρησις γένηται, τὴν μεσοβασίλειον ἀρχὴν ἑλέσθαι, τὸν ἐπιτηδειότατον ἐκλέξαντας τῶν πολιτῶν· ὃ ποιεῖν σύνηθές ἐστιν ὑμῖν, ὅταν μήτε βασιλεῖς ἔχητε μήτε ὑπάτους μήτʼ ἄλλην νόμιμον ἀρχὴν μηδεμίαν, ὥσπερ νῦν οὐκ ἔχετε. τοῖς γὰρ ἀνδράσι τούτοις παρελήλυθεν ὁ τῆς ἀρχῆς χρόνος,
20.6
καὶ τὰς ῥάβδους αὐτῶν ὁ νόμος ἀφῄρηται. ταῦτʼ ἔστιν ἃ παραινῶ πράττειν, ὦ πατέρες, ὑμῖν, καὶ συμφέροντα καὶ δυνατά. ἣν δὲ Κορνήλιος εἰσηγεῖται γνώμην, κατάλυσις ὁμολογουμένη τῆς ἀριστοκρατίας ὑμῶν ἐστιν. ἐὰν γὰρ ἅπαξ ὅπλων οἱ δέκα γένωνται κύριοι τῇδε τῇ προφάσει τοῦ πολέμου, δέδοικα μὴ καθʼ ἡμῶν αὐτοῖς χρήσωνται. οἱ γὰρ οὐκ ἀξιοῦντες ἀποθέσθαι τὰς ῥάβδους, ἦ που γε τὰ ὅπλα ἀποθήσονται; λογιζόμενοι δὴ ταῦτα φυλάττεσθε τοὺς ἀνθρώπους, καὶ πᾶσαν ἀπάτην αὐτῶν προβλέπετε. κρείττων γὰρ ἡ πρόνοια τῆς μεταμελείας καὶ τὸ μὴ πιστεύειν τοῖς πονηροῖς σωφρονέστερον τοῦ προπιστεύσαντας κατηγορεῖν.
21.1
ταύτην ἀποδειξαμένου τὴν γνώμην Οὐαλερίου κεχαρισμένην τοῖς πλείοσιν, ὡς ἐκ τῆς φωνῆς αὐτῶν εἰκάσαι ῥᾴδιον ἦν, καὶ τῶν μετʼ ἐκεῖνον ἀνισταμένων — ἦν δʼ αὐτῶν τὸ νέον τῆς βουλῆς μέρος τὸ λειπόμενον — ταῦτα ἡγουμένων κράτιστα εἶναι πλὴν ὀλίγων, ἐπειδὴ πάντες ἀπεδείξαντο τὰς ἑαυτῶν γνώμας, καὶ τέλος ἔδει τὰ βουλεύματα λαβεῖν, Οὐαλέριος μὲν ἠξίου διαδικασίαν τοὺς δέκα προθεῖναι ταῖς γνώμαις, αὖθις ἐξ ἀρχῆς πάντας τοὺς βουλευτὰς καλοῦντας, καὶ πολλοῖς τῶν συνέδρων ἀναθέσθαι βουλομένοις τὰς προτέρας ἀποφάσεις ταῦτα λέγων πιθανὸς ἦν·
21.2
Κορνήλιος δʼ ὁ συμβουλεύων τοῖς δέκα τὴν ἡγεμονίαν ἐπιτρέψαι τοῦ πολέμου κατὰ τὸ καρτερὸν ἀπεμάχετο κεκρίσθαι τὸ πρᾶγμα ἤδη λέγων καὶ τέλος ἔχειν νόμιμον ἁπάντων ἐψηφικότων, ἠξίου τε διαριθμεῖν τὰς γνώμας καὶ μηδὲν ἔτι καινουργεῖν.