Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 11

46.2 σκοπούμενοι δʼ ἀπὸ τίνος ἂν ἄρξαιντο ἐπιτηδειοτάτου, τὸν Ἄππιον πρῶτον ἔγνωσαν εὐθύνειν τῶν τʼ ἄλλων ἀδικημάτων ἕνεκα μισούμενον ὑπὸ τοῦ δήμου, καὶ τῶν νεωστὶ περὶ τὴν παρθένον γενομένων παρανομιῶν. ἑλόντες μὲν γὰρ τοῦτον εὐπετῶς ἐδόκουν καὶ τῶν ἄλλων κρατήσειν, εἰ δʼ ἀπὸ τῶν ταπεινοτέρων ἄρξαιντο, μαλακωτέρας ὑπελάμβανον τὰς ὀργὰς τῶν πολιτῶν πρὸς τοὺς ἐπιφανεστάτους καὶ τελευταίους κρινομένους ἔσεσθαι, συντονωτέρας οὔσας ἐπὶ τοῖς προτέροις ἀγῶσιν, ὃ
46.3 πολλάκις ἤδη συνέβη. ταῦτα βουλευσάμενοι συνέσχον τοὺς ἄνδρας, Ἀππίου δὲ Οὐεργίνιον ἔταξαν ἄνευ κλήρου κατηγορεῖν. εἰσαγγέλλεται δὴ μετὰ τοῦτο εἰς τὸν δῆμον Ἄππιος ὑπὸ τοῦ Οὐεργινίου κατηγορηθεὶς ἐπὶ τῆς ἐκκλησίας καὶ αἰτεῖται χρόνον εἰς ἀπολογίαν. ἀπαχθεὶς δʼ εἰς τὸ δεσμωτήριον, ἵνα φυλάττηται μέχρι δίκης — οὐ γὰρ ἐδόθη διεγγύησις αὐτῷ — πρὶν ἐπιστῆναι τὴν ἀποδειχθεῖσαν ἡμέραν τῆς κρίσεως ἐν τοῖς δεσμοῖς ἀποθνήσκει, ὡς μὲν ἡ τῶν πολλῶν ὑπόληψις ἦν ἐξ ἐπιταγῆς τῶν δημάρχων, ὡς δʼ οἱ τὴν αἰτίαν ἀπολύσασθαι βουλόμενοι διεφήμιζον, αὐτὸς ἑαυτὸν ἀναρτησάμενος βρόχῳ.
46.4 μετʼ ἐκεῖνον Σπόριος Ὄππιος εἰσαχθεὶς εἰς τὸν δῆμον ὑφʼ ἑτέρου τῶν δημάρχων Ποπλίου Νομιτωρίου καὶ τυχὼν ἀπολογίας ἁπάσαις ἁλίσκεται ταῖς ψήφοις καὶ παραδοθεὶς εἰς τὸ δεσμωτήριον αὐθημερὸν ἀποθνήσκει. οἱ δὲ λοιποὶ τῶν δέκα πρὶν εἰσαγγελθῆναι φυγαῖς αὑτοὺς ἐζημίωσαν. τὰς δʼ οὐσίας τῶν ἀνῃρημένων καὶ τῶν πο ... οἱ ταμίαι τῆς πόλεως ἀνέλαβον εἰς τὸ δημόσιον.
46.5 εἰσαγγέλλεται δὲ καὶ Μάρκος Κλαύδιος ὁ τὴν παρθένον ἐπιβαλόμενος ὡς δούλην ἀπάγειν ὑπὸ τοῦ μνηστῆρος αὐτῆς Ἰκιλίου· καὶ τὴν αἰτίαν εἰς τὸν ἐπιτάξαντα παρανομεῖν Ἄππιον ἀναφέρων θανάτου μὲν ἀπολύεται, φυγῇ δʼ ἀιδίῳ ζημιοῦται, τῶν δʼ ἄλλων τῶν ὑπηρετησάντων τι παράνομον τοῖς ὀλιγάρχαις οὐδεὶς ἔσχεν ἀγῶνα δημόσιον, ἀλλὰ πᾶσιν ἄδεια ἐδόθη. ὁ δὲ τοῦτο τὸ πολίτευμα εἰσηγησάμενος ἦν Μάρκος Δοέλλιος ὁ δήμαρχος ἀχθομένων ἤδη τῶν πολιτῶν καὶ τῶν πολεμίων γενέσθαι προσδοκώντων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme