Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 11

49.4 διεξιόντος. τὰ γὰρ ἐπὶ τῶν ἱερῶν συνομολογηθέντα τοῖς πατρικίοις πρὸς τοὺς δημοτικοὺς ἐπʼ ἀδείᾳ τε πάντων γενέσθαι καὶ ἀμνηστίᾳ τῶν προτέρων· τόν τʼ Ἀππίου θάνατον οὐκ αὐτοχειρίᾳ γενέσθαι λέγοντος, ἀλλʼ ἐπιβούλως ὑπὸ τῶν δημάρχων πρὸ δίκης, ἵνα μήτε λόγου τύχῃ κρινόμενος μήτʼ ἐλέου, ὡς, εἰ κατέστη γοῦν εἰς κρίσιν ἁνὴρ, ἀπέφυγεν ἂν γένους ἀξίωμα παρεχόμενος καὶ πολλὰ τὸ κοινὸν εὖ πεποιηκὼς ὅρκους τε καὶ πίστεις ἐπιβοώμενος, αἷς ἅνθρωποι πιστεύοντες εἰς διαλλαγὰς συνέρχονται, τέκνα τε καὶ συγγένειαν καὶ αὐτὸ τὸ ταπεινὸν σχῆμα καὶ ἄλλα πολλὰ φέρων εἰς οἶκτον ἐφελκόμενα τὸ πλῆθος.
49.5 ταῦτα δὴ πάντα κατηγορήματα τῶν ὑπάτων κατʼ αὐτῶν ἐκχέαντος Κλαυδίου Γαΐου, καὶ πάντων τῶν παρόντων, ἔδοξεν ἀγαπᾶν αὐτοὺς εἰ μὴ δώσουσι δίκας· θριάμβων δὲ καταγωγῆς ἤ τινων τοιούτων συγχωρήσεων οὐδὲ κατὰ μικρὸν ἀξίους εἶναι τυγχάνειν.
50.1 ἀποψηφισαμένης δὲ τῆς βουλῆς τὸν θρίαμβον ἀγανακτοῦντες οἱ περὶ τὸν Οὐαλέριον καὶ δεινὴν ὕβριν ὑπολαμβάνοντες ὑβρίζεσθαι συνεκάλεσαν εἰς ἐκκλησίαν τὸ πλῆθος· καὶ πολλὰ τῆς βουλῆς κατηγορήσαντες, συναγορευσάντων αὐτοῖς τῶν δημάρχων καὶ νόμον εἰσηγησαμένων, παρὰ τοῦ δήμου λαμβάνουσι τὴν καταγωγὴν τοῦ θριάμβου, πρῶτοι Ῥωμαίων ἁπάντων τοῦτο εἰσηγησάμενοι τὸ ἔθος.
50.2 ἐκ δὲ τούτου πάλιν εἰς ἐγκλήματα καὶ διαφορὰς οἱ δημοτικοὶ καθίσταντο πρὸς τοὺς πατρικίους· παρώξυνον δʼ αὐτοὺς οἱ δήμαρχοι καθʼ ἡμέραν ἐκκλησιάζοντες καὶ πολλὰ κατὰ τῆς βουλῆς λέγοντες. ἦν δʼ ἡ μάλιστα ἐρεθίζουσα τοὺς πολλοὺς ὑπόληψις, ἣν ἐκεῖνοι παρεσκεύασαν ἰσχυρὰν γενέσθαι, φήμαις τʼ ἀδεσπότοις καὶ εἰκασμοῖς αὐξηθεῖσα οὐκ ὀλίγοις, ὡς καταλυσόντων τῶν πατρικίων τοὺς νόμους, οὓς ἐκύρωσαν οἱ περὶ Οὐαλέριον ὕπατοι· δόξα τʼ ἰσχυρὰ καὶ οὐ πολὺ ἀπέχουσα τοῦ πίστις εἶναι τοὺς πολλοὺς κατεῖχε. καὶ τὰ μὲν ἐπὶ τούτων πραχθέντα τῶν ὑπάτων ταῦτʼ ἦν.
51.1 οἱ δὲ τὸν ἑξῆς ὑπατεύσαντες ἐνιαυτὸν Λάρος Ἑρμίνιος καὶ Τίτος Οὐεργίνιος· καὶ οἱ παρὰ τούτων τὴν ἀρχὴν παραλαβόντες, Μάρκος Γεγάνιος

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme