Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 11

58.2 χρονιωτέραν. Ὁράτιον δὲ καὶ Οὐαλέριον οὐκ ἄλλης τινὸς χάριν αἰτίας μὴ παραλαβεῖν εἰς τὸ συνέδριον, ἀλλʼ ἵνα μή τις ὑποψία περὶ αὐτῶν παρʼ ἀξίαν ᾖ τοῖς δημοτικοῖς, ὡς μεταβεβλημένων τὴν προαίρεσιν τῆς πολιτείας, ἐὰν ἄρα ἐπὶ τῆς ἑτέρας γένωνται γνώμης, τῆς ἀξιούσης ἀναβαλέσθαι τὴν ὑπὲρ τοῦ νόμου διάγνωσιν εἰς ἕτερον καιρὸν ἐπιτηδειότερον. ἐπειδὴ δʼ ἅπασι τοῖς παραληφθεῖσιν ἡ συντομωτέρα διάγνωσις ἀμείνων ἔδοξεν εἶναι τῆς βραδυτέρας, πράττειν ὡς ἐκείνοις ἐφάνη.
58.3 ταῦτʼ εἰπὼν καὶ θεοὺς ἐπομοσάμενος ἦ μὴν τἀληθῆ λέγειν καὶ τοὺς παρακληθέντας ἐκ τῶν βουλευτῶν, ἔφη, πᾶσαν ἀπολύσεσθαι διαβολὴν οὐ λόγοις,
58.4 ἀλλʼ ἔργοις. ὅταν γὰρ οἱ βουλόμενοι κατηγορεῖν καὶ ἀπολογεῖσθαι περὶ τοῦ νόμου διεξέλθωσι τὰ δίκαια, πρώτους ἐπὶ τὴν ἐρώτησιν τῆς γνώμης καταλέγειν οὐχὶ τοὺς πρεσβυτάτους καὶ τιμιωτάτους τῶν βουλευτῶν, οἷς ἐκ τῶν πατρίων ἐθισμῶν καὶ τοῦτʼ ἀποδεδόσθαι τὸ γέρας, οὐδὲ τοὺς διʼ ὑποψίας ὄντας παρὰ τοῖς δημοτικοῖς, ὡς οὐδὲν ὑπὲρ αὐτῶν χρηστὸν οὔτε λέγοντας οὔτε φρονοῦντας, ἀλλʼ ἐκ τῶν νεωτέρων τοὺς δοκοῦντας εἶναι φιλοδημοτάτους.
59.1 ὑποσχόμενος δὲ ταῦτα καὶ δοὺς ἐξουσίαν τοῖς βουλομένοις λέγειν, ἐπειδὴ οὔτε κατηγορήσων οὔτʼ ἀπολογησόμενος οὐδεὶς ὑπὲρ τοῦ νόμου παρῄει, παρελθὼν αὖθις ἐρωτᾷ πρῶτον Οὐαλέριον, τί τῷ κοινῷ συμφέρει, καὶ τί προβουλεῦσαι τοῖς συνέδροις παραινεῖ.
59.2 ὁ δʼ ἀναστὰς καὶ πολλοὺς διεξελθὼν ὑπὲρ αὑτοῦ τε καὶ τῶν προγόνων λόγους ὡς ἐπὶ τῷ συμφέροντι τῆς πόλεως τοῦ δημοτικοῦ μέρους προϊσταμένων, καὶ καταριθμησάμενος ἅπαντας ἐξ ἀρχῆς τοὺς κατασχόντας τὴν πόλιν κινδύνους ἐκ τῶν τἀναντία πολιτευομένων, τοῖς τʼ ἀπεχθῶς ἐσχηκόσι πρὸς τὸ δημοτικὸν ἅπασιν ἀλυσιτελὲς γενόμενον ἀποδείξας τὸ μισόδημον, ἐπαίνους τε πολλοὺς περὶ τοῦ δήμου ποιησάμενος, ὡς αἰτιωτάτου τῇ πόλει γεγονότος οὐ μόνον τῆς ἐλευθερίας, ἀλλὰ καὶ τῆς ἡγεμονίας, ἐπεὶ ταῦτα καὶ παραπλήσια τούτοις διεξῆλθε, τελευτῶν ἔφη μὴ δύνασθαι πόλιν ἐλευθέραν εἶναι, ἐξ ἧς ἄν τις τὴν ἰσότητʼ ἀνέλῃ·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme