Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 11

60.3 γενομένου δὲ πρὸς τὴν γνώμην ἔτι πλείονος θορύβου τέταρτος ἀνίσταται κληθεὶς Τίτος Γενύκιος, ἀδελφὸς θατέρου τῶν ὑπάτων· ὃς ὀλίγα διαλεχθεὶς ὑπὲρ τῶν κατεχόντων καιρῶν τὴν πόλιν, ὅτι δυεῖν ἀνάγκη τῶν χαλεπωτάτων θάτερον αὐτῇ συμπεσεῖν, ἢ διὰ τὰς πολιτικὰς ἔριδας καὶ φιλοτιμίας ἰσχυρὰ τὰ τῶν ἐχθρῶν ποιῆσαι πράγματα, ἢ τοὺς ἔξωθεν ἐπιφερομένους ἀποτρέψασθαι βουλομένῃ κακῶς τὸν οἰκεῖον καὶ πολιτικὸν διαλύσασθαι πόλεμον·
60.4 ἔφησε, δυεῖν ὄντων κακῶν, ὧν ἀνάγκη θάτερον ἄκοντας ὑπομεῖναι, τοῦτʼ αὐτῷ δοκεῖν εἶναι λυσιτελέστερον, τὸ συγχωρῆσαι τῷ δήμῳ τὴν βουλὴν παρασπάσαί τι τοῦ κόσμου τῆς πατρίου πολιτείας μᾶλλον ἢ τοῖς ἀλλοφύλοις τε καὶ πολεμίοις καταγέλαστον ποιῆσαι τὴν πόλιν.
60.5 ταῦτʼ εἰπὼν τὴν δοκιμασθεῖσαν ὑπὸ τῶν παραγενηθέντων ἐν τῷ κατʼ οἰκίαν συνεδρίῳ γνώμην εἰσέφερεν, ἣν εἰσηγήσατο Κλαύδιος, ὥσπερ ἔφην, ἀντὶ τῶν ὑπάτων χιλιάρχους ἀποδειχθῆναι, τρεῖς μὲν ἐκ τῶν πατρικίων, τρεῖς δʼ ἐκ τῶν δημοτικῶν, ἐξουσίαν ἔχοντας ὑπατικήν· ὅταν δὲ τελῶσιν οὗτοι τὴν ἀρχὴν καὶ καθήκῃ νέας ἀρχὰς ἀποδείκνυσθαι, τὴν βουλὴν καὶ τὸν δῆμον αὖθις συνελθόντας διαγνῶναι, πότερον ὑπάτους ἢ χιλιάρχους βούλονται παραλαβεῖν τὴν ἀρχήν. ὅ τι δʼ ἂν ἅπασι δόξῃ ψῆφον ἐπενέγκασι, τοῦτʼ εἶναι κύριον. ἐπιτελεῖσθαι δὲ τὸ προβούλευμα καθʼ ἕκαστον ἐνιαυτόν.
61.1 ταύτην ἀποδειξαμένου τὴν γνώμην Γενυκίου πολὺς ἐξ ἁπάντων ἔπαινος ἐγίνετο, καὶ οἱ μετʼ ἐκεῖνον ἀνιστάμενοι μικροῦ δεῖν πάντες ταῦτα συνεχώρουν κράτιστα εἶναι. γράφεται δὴ τὸ προβούλευμα ὑπὸ τῶν ὑπάτων, καὶ λαβόντες αὐτὸ μετὰ πολλῆς χαρᾶς οἱ δήμαρχοι προῆλθον εἰς τὴν ἀγοράν. ἔπειτα καλέσαντες τὸ πλῆθος εἰς τὴν ἐκκλησίαν, πολλοὺς διέθεντο τῆς βουλῆς ἐπαίνους, καὶ παραγγέλλειν τὴν ἀρχὴν ἐκέλευον τοῖς ἐθέλουσι τῶν δημοτικῶν ἅμα τοῖς πατρικίοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme