Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 11

7.2 ἐκεῖνοι τοίνυν ἀκούσαντες, ὅτι σεσάλευται καὶ νοσεῖ τὸ πάτριον ἡμῶν πολίτευμα ἐκ πολλοῦ, καὶ τοῖς προεστηκόσι τῶν κοινῶν οὔτε ὁ δῆμος εὔνους ἐστὶν οὔτε οἱ πατρίκιοι, καὶ οὐ μάτην ἀκούσαντες — τὸ γὰρ ἀληθὲς οὕτως ἔχει, τὰς δʼ αἰτίας ἐπισταμένοις ὑμῖν οὐδὲν δέομαι λέγειν — ὑπέλαβον, εἴ τις ἔξωθεν ἡμᾶς κατάσχοι πόλεμος ἅμα τοῖς ἐντὸς τείχους κακοῖς, καὶ δόξειε ταῖς ἀρχαῖς δύναμιν ἐξάγειν τὴν προπολεμήσουσαν τῆς γῆς, οὔτε τοὺς πολίτας ἐπὶ τὸν στρατιωτικὸν ὅρκον ἅπαντας ἥξειν ἐκ προθυμίας ὡς πρότερον, ἀπεχθῶς διακειμένους πρὸς τὰς ἀρχάς· οὔτε τοὺς ἡγεμόνας ταῖς ἐκ τῶν νόμων τιμωρίαις χρήσεσθαι κατὰ τῶν μὴ παραγενομένων δεδοικότας, μή τι μεῖζον ἐργάσωνται κακόν, τούς τε ὑπακούσαντας καὶ τὰ ὅπλα λαβόντας ἢ καταλείψειν τὰ σημεῖα ἢ παραμένοντας ἐθελοκακήσειν ἐν τοῖς ἀγῶσιν.
7.3 ὧν οὐδὲν ἔξω τοῦ εἰκότος ἤλπισαν· ὅταν μὲν γὰρ ὁμονοοῦσα πόλις ἅπτηται πολέμου, καὶ τὸ αὐτὸ συμφέρον ἅπασι φαίνηται τοῖς τʼ ἄρχουσι καὶ τοῖς ἀρχομένοις, μετὰ προθυμίας ἅπαντες ἐπὶ τὰ δεινὰ χωροῦσι καὶ οὔτε πόνον οὔτε κίνδυνον οὐδένα ὀκνοῦσιν.
7.4 ὅταν δὲ νοσοῦσα ἐν αὑτῇ, πρὶν ἢ τὰ ἔνδον καταστήσασθαι, τοῖς ὑπαιθρίοις ὁμόσε χωρῇ πολεμίοις, καὶ παραστῇ τῷ μὲν πλήθει λογισμός, ὅτι οὐχ ὑπὲρ οἰκείων ἀγαθῶν κακοπαθοῦσιν, ἀλλʼ ἵνα βεβαιότερον αὐτῶν ἕτεροι ἄρχωσι, τοῖς δʼ ἡγεμόσιν, ὅτι πολέμιον ἔχουσιν οὐχ ἧττον τοῦ ἀντιπάλου τὸ οἰκεῖον, νοσεῖ τὰ ὅλα καὶ πᾶσα ἱκανὴ δύναμις τὰ τοιαῦτα στρατεύματα καταγωνίσασθαι καὶ φθεῖραι.
8.1 ταῦτʼ ἐστίν, ὦ βουλή, τὰ Σαβίνων τε καὶ Αἰκανῶν ἐνθυμήματα, οἷς πεπιστευκότες ἐμβεβλήκασιν ἡμῶν εἰς τὴν γῆν. ἐὰν μὲν οὖν ἀγανακτήσαντες τῷ καταφρονεῖσθαι πρὸς αὐτῶν ἐπαρθέντων ὡς ἔχομεν ὀργῆς δύναμιν ἐξαγαγεῖν ἐπʼ αὐτοὺς ψηφισώμεθα, δέδοικα μὴ ταῦθʼ ἡμῖν ἃ προὔλαβον ἐκεῖνοι συμβῇ,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme