Book 12
2.4
ὁ δικτάτωρ σε κελεύει, Μαίλιε, πρὸς αὐτὸν ἥκειν· κἀκεῖνος ὑποτυχών, ποῖος, ἔφη, κελεύει με, Σερουίλιε, δικτάτωρ πρὸς αὐτὸν ἐλθεῖν, ὁ ποῦ καὶ πότε γενόμενος; καὶ ἅμα διαταραχθεὶς περιέβλεψεν εἰς τοὺς περὶ τὸ βῆμα. ἀφασίας δὲ ἅπαντας κατασχούσης διὰ τὸ μηδένα γιγνώσκειν τὰ πραχθέντα ὑπὸ τῆς βουλῆς λέγει πάλιν ὁ Σερουίλιος· εἰσηγγέλθης χθὲς εἰς τὴν βουλήν, ὦ Μαίλιε, νεωτέροις ἐπιχειρεῖν πράγμασιν, ἴσως οὐκ ἀληθῶς· οὐδενὸς γὰρ ἄξιον ἀπὸ τῆς αἰτίας προκαταγιγνώσκειν.
2.5
ταύτην ἐξετάσαι τὴν μήνυσιν ἡ βουλὴ προελομένη δικτάτορος ἔφησε δεῖν τοῖς πράγμασιν, ὡς οὐ τὸν ἐλάχιστον τῶν κινδύνων τρέχουσα, καὶ ἀπέδειξε τῆς ἐξουσίας ταύτης κύριον Λεύκιον Κοίντιον Κικιννᾶτον, ὃν οἶσθα δήπου καὶ σὺ κράτιστον ὄντα τῶν πατρικίων καὶ δὶς ἤδη ταύτην ἀνεπιλήπτως τετελεκότα τὴν ἀρχήν.
2.6
οὗτος ὁ ἀνὴρ δικαστήριόν σοι καθίσαι καὶ λόγον ἀποδοῦναι βουλόμενος ἀπέσταλκεν ἡμᾶς, ἐμὲ τὸν ἵππαρχον ἅμα τοῖσδε τοῖς ἀνδράσιν, ἄξοντας σε ἀσφαλῶς ἐπὶ τὴν ἀπολογίαν. εἰ δὲ μηδὲν ἀδικεῖν πέποιθας, ἴθι καὶ λέγε τὰ δίκαια περὶ σαυτοῦ πρὸς ἄνδρα φιλόπολιν, ὃς οὔτε διὰ τὸν κοινὸν φθόνον οὔτε διʼ ἄλλην ἄδικον πρόφασιν οὐδεμίαν ἐκποδὼν ποιῆσαί
2.7
σε βουλήσεται. ὁ δʼ ὡς ἤκουσεν, ἀναπηδᾷ τε καὶ με- γάλα ἀναβοήσας, ἄνδρες, ἔφη, δημοτικοί, βοηθεῖτέ μοι συναρπαζομένῳ διὰ τὴν πρὸς ὑμᾶς εὔνοιαν ὑπὸ τῶν δυνατῶν· οὐ γὰρ ἐπὶ δίκην καλοῦμαι πρὸς αὐ- τῶν, ἀλλʼ ἐπὶ θάνατον καλοῦμαι. βοῆς δὲ γενομένης καὶ θορύβου πολλοῦ περὶ τὸ βῆμα συγγνούς, ὅτι πλεί- ους εἰσὶ τῶν βοηθούντων οἱ συλλαμβάνειν μέλλον- τες αὐτόν, καὶ οὐ μακρὰν ἑτέρους ὑποκαθῆσθαι ἐν ὅπλοις, καταπηδᾷ ταχέως ἀπὸ τοῦ βήματος καὶ διὰ τῆς ἀγορᾶς ἐχώρει δρόμῳ σπεύδων εἰς τὴν οἰκίαν κατα-
2.8
φυγεῖν. καταλαμβανόμενος δʼ ὑπὸ τῶν ἱππέων εἰς ἐργαστήριον εἰστρέχει μαγειρικὸν καὶ κοπίδα τῶν κρεοκόπων ἁρπάσας παίει τὸν πρῶτον αὐτῷ προσ- ελθόντα. ἔπειτα πολλῶν ἐπιπεσόντων ἀθρόων ἀμυνό- μενος καὶ βραχὺν ἀντισχὼν χρόνον ἀπεκόπη ὑπό τινος τὸν βραχίονα καὶ πίπτει καὶ κατακοπεὶς ὥσπερ θηρίον ἀποθνήσκει.