Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 12

2.9 Μαίλιος μὲν δὴ μεγάλων ὀρεχθεὶς πραγ- μάτων καὶ μικροῦ πάνυ δεήσας τὴν Ῥωμαίων ἡγε- μονίαν κατασχεῖν οὕτως ἀζήλου καὶ πικρᾶς κατα- στροφῆς ἔτυχεν. ἐξενεχθέντος δʼ εἰς τὴν ἀγορὰν τοῦ νεκροῦ καὶ γενηθέντος πᾶσι φανεροῦ δρόμος ἦν καὶ βοὴ καὶ θόρυβος ἁπάντων τῶν κατὰ τὴν ἀγορὰν τῶν μὲν οἰκτειρόντων, τῶν δὲ ἀγανακτούντων, τῶν δὲ
2.10 ὁμόσε τοῖς δεδρακόσι χωρεῖν ἐσπουδακότων. τοιαύτης δὲ ταραχῆς γενομένης μαθὼν ὁ δικτάτωρ, ὅτι διαπέ- πρακται τοῖς ἱππεῦσι τὸ προσταχθὲν ἔργον, κατέβαινεν ἀπὸ τῆς ἄκρας εἰς τὴν ἀγορὰν τούς τε βουλευτὰς ἐπαγόμενος ἅπαντας καὶ τοὺς ἱππεῖς περὶ ἑαυτὸν ἔχων γυμνὰ φαίνοντας ξίφη· καὶ δημηγορήσας ἐπʼ ἐκκλησίας ἀπέλυσε τὸν ὄχλον. Esc.
3.1 ...... ἔχων περὶ ἑαυτὸν ἀνθρώπους ἐξ ἁπάσης συνειλεγμένους κακίας, οὓς ἐσίτιζεν ὥσπερ θηρία κατὰ τῆς πατρίδος. εἰ μὲν οὖν ὑπήκουσέ μοι καὶ παρέσχεν ἑαυτὸν ἐν τοῖς νόμοις μένοντα, μεγίστην ἂν τοῦτʼ αὐτῷ παρέσχε ῥοπὴν εἰς τὴν ἀπολογίαν, καὶ τεκμήριον οὐκ ἐλάχιστον ἦν τοῦ μηδὲν βεβουλεῦσθαι κατὰ τῆς πατρίδος· νῦν δʼ ὑπὸ τῆς συνειδήσεως ἐλαυ- νόμενος, ὃ πάσχουσιν ἅπαντες οἱ τὰς ἀνοσίους βουλὰς κατὰ τῶν ἀναγκαιοτάτων σφίσι ποιησάμενοι, τοῦτο ἔπαθε· φυγεῖν τὸν ἔλεγχον ἔγνω, καὶ τοὺς ἥκοντας ἐπʼ αὐτὸν ἱππεῖς μαγειρικῇ κοπίδι παίων ἀπήλαυνεν ... Ambr
4.1 τῶν δὲ δημοτικῶν οἱ 〈μὲν οὐ〉 συμβουλεύ- σαντες τῇ καταλύσει τῆς πολιτείας ἠγανάκτουν καὶ διʼ ὀργῆς τὴν ἐπιχείρησιν τοῦ ἀνδρὸς ἐλάμβανον, οἱ δὲ κοινωνήσαντες τῆς συνωμοσίας ἀφειμένοι τοῦ φόβου χαίρειν τε προσεποιοῦντο καὶ τὸ συνέδριον τῶν βου- λευμάτων ἐπῄνουν· ὀλίγοι δέ τινες ἐξ αὐτῶν οἱ πονη- ρότατοι λογοποιεῖν ἐτόλμων ἐν ταῖς ἑξῆς ἡμέραις ὡς ἀνηρπασμένου πρὸς τῶν δυνατῶν τοῦ Μαιλίου καὶ διαστασιάζειν τὸν δῆμον ἐπεχείρουν· οὓς ἀφανεῖ θανάτῳ διαχρησάμενος ὁ δικτάτωρ, ἐπειδὴ κατέπαυσε τοῦ θορύβου, τὴν ἀρχὴν ἀποτίθεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme