Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 14

13.2 καὶ ὁ Μάρκιος ἀποδεξάμενος αὐτοῦ τὴν παρρησίαν φησίν· ἐὰν δὲ δὴ καὶ πεισθῶμεν ὑμῖν ἀφεῖναι τὰς ὀργάς, τίνα δώσετε πίστιν ὑπὲρ τοῦ μηδὲν ἔτι ποιήσειν ἐχθρῶν ἔργον; ἀποκρίνεται πάλιν ὁ πρεσβευτής· ἐπὶ σοὶ τοῦτʼ ἔστι καὶ τοῖς ἄλλοις Ῥωμαίοις, Μάρκιε· κομισάμενοι μὲν γὰρ ἅμα τῇ πατρίδι καὶ τὴν ἐλευθερίαν βέβαιοι διὰ παντὸς ὑμῖν ἐσόμεθα φίλοι, δουλεύειν δʼ ἀναγκασθέντες οὐδέποτε. ἠγάσθη τε δὴ τῆς μεγαλοφροσύνης τοὺς ἄνδρας ὁ Μάρκιος καὶ τὴν πολιορκίαν ἔλυσε. Ambr.
← Previous 9 / 9

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme