Book 15
1.1
τῶν Κελτῶν ἐπιστρατευσάντων τῇ Ῥώμῃ καί τινος βασιλέως εἰς μονομαχίαν προκαλουμένου τῶν Ῥωμαίων, ὅστις εἴη ἀνήρ, Μάρκος Οὐαλέριος, εἷς τῶν χιλιάρχων, ἀπόγονος ὢν Οὐαλερίου Ποπλικόλα τοῦ συνελευθερώσαντος ἀπὸ τῶν βασιλέων τὴν πόλιν,
1.2
ἐξῄει τῷ Κελτῷ διαγωνίσασθαι. ὡς δὲ συνῄεσαν ὁμόσε, κόραξ καθεζόμενος ἐπὶ τοῦ κράνους αὐτοῦ ἐκεκράγει τε δεινὸν εἰς τὸν βάρβαρον ὁρῶν καί, ὁπότε μέλλοι πληγὴν ἐκφέρειν, πηδῶν ἐπʼ αὐτὸν τοτὲ μὲν τοῖς ὄνυξιν ἤμυττε τὰς παρειάς, τοτὲ δὲ τῷ ῥύγχει τοὺς ὀφθαλμοὺς ἔκοπτεν, ὥστε τὸν Κελτὸν ἔξω γενέσθαι τῶν φρενῶν, οὔθʼ ὅπως τὸν ἄνδρα ἀμύνοιτο δυνάμενον συμβαλεῖν, οὔθʼ ὅπως τὸν κόρακα φυλάττοιτο.
1.3
ὡς δὲ πολὺς ἐγεγόνει τῇ μάχῃ χρόνος, ὁ μὲν Κελτὸς φέρων ἐπὶ τὸν Οὐαλέριον τὴν μάχαιραν ὡς διὰ τῆς προβολῆς εἰς τὰ πλευρὰ βάψων, ἔπειτʼ ἐπιπτάντος αὐτῷ τοῦ κόρακος καὶ τὰς ὄψεις ὀρύττοντος ἀνέτεινε τὸν θυρεὸν ὡς ἀπελάσων τὸν ὄρνιν· ὁ δὲ Ῥωμαῖος ἔτι μετεωρίζοντος τὸ ὅπλον ἀκολουθήσας κάτωθεν ὑποφέρει τὸ ξίφος καὶ ἀναιρεῖ τὸν Κελτόν.
1.4
ὁ δὲ στρατηγὸς Κάμιλλος χρυσέῳ τοῦτον στεφάνῳ ἐκόσμησεν ἐπωνυμίαν θέμενος αὐτῷ Κορβῖνον ἀπὸ τοῦ συναγωνισαμένου κατὰ τὴν μονομαχίαν ζῴου· κόρβους γὰρ οἱ Ῥωμαῖοι καλοῦσι τοὺς κόρακας· αὐτός τε διετέλεσεν ἐξ ἐκείνου συμβόλῳ κατὰ τοῦ κράνους κοσμούμενος κόρακι, καὶ ταῖς εἰκόσιν αὐτοῦ πάσαις οἱ πλάττοντες καὶ γράφοντες τοῦτο τὸ ζῷον ἐπὶ τὴν κεφαλὴν ἐφήρμοττον. Ambr.
2.1
ἐπόρθουν τὰς ἐπὶ τῶν ἀγρῶν κτήσεις πολλῆς εὐδαιμονίας γεμούσας. ἀνθρώπους πεπονημένους ὑπὸ πολέμου σώματα καὶ πλὴν ὅσον ἀνέπνεον τὰ λοιπὰ νεκροῖς ὁμοίους. ἔτι θερμῆς τὸ δὴ λεγόμενον οὔσης τῆς τοῦ ἀναιρεθέντος σποδοῦ.
2.2
τὸν οἴκτιστον ἀπολεῖται τρόπον ὑπʼ ἀνδρὸς ἐχθροῦ πολιτικῷ σιτίζοντος αἵματι τὸν φθόνον. μοῖραν οὐκ ἐλαχίστην τῶν ὠφελειῶν τοῖς στρατιώταις χαριζόμενος, ὥστʼ ἐπικλύσαι πλούτῳ τὴν ἑκάστου πενίαν. διέφθειραν αὐτῶν ἀκμαζούσας ἤδη σπορολογεῖσθαι τὰς ἀρούρας καὶ τὰ κράτιστα τῆς καρποφόρου ἐλωβήσαντο. Ambr.