Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 15

3.14 τί χρὴ πράττειν. ἔπειτα γνώμην τινῶν εἰσηγησαμένων περὶ ἀποστάσεως, ἐπαινέσαντες τὸ βούλευμα καὶ πίστεις ἀπορρήτους ἐν ἀλλήλοις ποιησάμενοι, οἱ τῆς στρατείας ἀφειμένοι περὶ Ταρρακίναν πόλιν ἐν ἐπιτηδείοις χωρίοις παρʼ αὐτὴν τὴν ὁδὸν στρατοπεδεύονται.
3.15 ἔπειθʼ οἱ μετὰ τοῦ πρεσβευτοῦ καὶ τῶν χιλιάρχων ἀποστελλόμενοι τοὺς ἡγεμόνας καταλιπόντες, ἐστὶ δʼ οὓς καὶ τῶν ἀγόντων σφᾶς στρατιωτῶν πείσαντες ἀποστῆναι, περὶ τὸν αὐτὸν ἱδρύονται τόπον. ὡς δὲ ἅπαξ οὗτοι τὰς παρόδους κατελάβοντο, πολλοὶ προσῄεσαν αὐτοῖς ὁσημέραι, καὶ χεὶρ ἐγένετο περὶ αὐτοὺς καρτερά· ἔπειτα τὰ δεσμωτήρια ἁπάντων, ὅσα κατὰ τοὺς ἀγροὺς ἦν, ἐλύετο καὶ συνέρρει ... εσξορ.
4.1 οἱ δὲ τῶν Ῥωμαίων ὕπατοι πᾶσαν τὴν μεταξὺ γῆν ἀδεῶς διελθόντες τῶν μὲν οὐκ ἐναντιουμένων, τῶν δὲ συμπροπεμπόντων — πολλαὶ δʼ εἰσὶ δυσχωρίαι κατὰ τὴν ἐκ Ῥώμης εἰς Καμπανίαν ἄγουσαν ὁδὸν ὄρεσί τε καὶ τέλμασι καὶ θαλάτταις καὶ ποταμοῖς ναυσιπόροις διακλειόμεναι, ἃς οὐ ῥᾴδιον ἦν διελθεῖν ὑπὸ τῶν πολεμίων προκαταληφθείσας —
4.2 καί τινα καὶ ποταμόν, ὃς διὰ τῆς Κασιλίνων χώρας καὶ πόλεως φέρεται, τριάκοντα τῆς Καπύης ἀπέχοντα στάδια, Οὐολτοῦρνον ὄνομα, τεττάρων οὐκ ἐλάττω πλέθρων ὄντα τὸ πλάτος, ξυλίνῃ γεφύρᾳ διαβάντες, ἣν ἐν τρισὶ κατεσκεύασαν ἡμέραις, διεξῄεσαν, ἵνα τοῖς μὲν τὰ σφέτερα φρονοῦσι Καμπανοῖς θάρσος ὡς τὰ κράτιστα προῃρημένοις ἐγγένηται, τοῖς δὲ τἀναντία δέος.
4.3 καὶ προελθόντες ἐπέκεινα τῆς πόλεως ἀπὸ τετταράκοντα σταδίων Καπύης στρατοπεδεύονται ἐν ὑψηλῷ τόπῳ θέντες τὸν χάρακα, ἔνθα ὑπομένοντες τὰς παρὰ Σαυνιτῶν ἀγοράς τε καὶ συμμαχίας ἐκαραδόκουν. οἱ δʼ ἄρα ὑπισχνοῦντο μὲν αὐτοῖς πλείω τῶν ἱκανῶν, ἐπήρκουν δʼ οὐδὲν ὅτι καὶ λόγου ἄξιον, στρατιάν τʼ ἀγείρειν ἐκ πάσης πόλεως σκηπτόμενοι κατέτριβον
4.4 τοὺς χρόνους. ἀπογνόντες δὴ τῆς ἐκεῖθεν ἐπικουρίας καὶ τὰς μὲν ἑαυτῶν δυνάμεις ὁρῶντες οὐθὲν ἰσχύος ἐκ τοῦ χρόνου προσλαμβανούσας, τὰς δὲ τῶν πολεμίων μακρῷ πλείους γιγνομένας, ἐπὶ τὰ ἔργα χωρεῖν ἔγνωσαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme