Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 17_18

4.4 τοσαύτῃ δὲ αὐθαδείᾳ πρὸ τῆς ἐξόδου χρησάμενος ἔτι βαρύτερος ἐφάνη τοῖς κατʼ αὐτὴν τὴν στρατείαν ἐπιτελεσθεῖσι καὶ παρέσχε τῇ βουλῇ καὶ τῷ δήμῳ μίσους ἀφορμὰς δικαίου. τὸν γὰρ ὑπατεύσαντα τῷ πρόσθεν ἐνιαυτῷ καὶ νικήσαντα Σαυνιτῶν τοὺς καλουμένους Πέντρους Φάβιον τῆς βουλῆς ψηφισαμένης μένειν ἐπὶ τοῦ στρατοπέδου, καὶ τὴν ἀνθύπατον ἀρχὴν ἔχοντα πρὸς ταύτην τὴν μερίδα τῶν Σαυνιτῶν πολεμεῖν, γράμματα πέμπων ἐκχωρεῖν ἐκ τῆς Σαυνίτιδος ἐκέλευσεν, ὡς αὐτῷ μόνῳ τῆς ἡγεμονίας προσηκούσης.
4.5 καὶ πρὸς τοὺς ἀποσταλέντας ὑπὸ τῶν συνέδρων πρέσβεις ἀξιοῦντας μὴ κωλύειν τὸν ἀνθύπατον ἐπὶ τοῦ στρατοπέδου μένειν μηδʼ ἀντιπράττειν τοῖς ἐψηφισμένοις ὑφʼ ἑαυτῶν, ὑπερηφάνους καὶ τυραννικὰς ἔδωκεν ἀποκρίσεις, οὐ τὴν βουλὴν ἄρχειν ἑαυτοῦ φήσας, ἕως ἐστὶν ὕπατος, ἀλλʼ αὐτὸν τῆς βουλῆς.
4.6 ἀπολύσας δὲ τοὺς πρέσβεις ἐπὶ τὸν Φάβιον ἦγε τὴν στρατιάν, ὡς, εἰ μὴ βούλοιτο ἑκὼν παραχωρεῖν τῆς ἀρχῆς, τοῖς ὅπλοις προσαναγκάσων. καταλαβὼν δὲ τοῦτον Κομινίῳ πόλει προσκαθήμενον ἐξεπίεσεν ἐκ τοῦ στρατοπέδου κατὰ πολλὴν ὑπεροψίαν τῶν ἀρχαίων ἐθισμῶν καὶ δεινὴν ὑπερηφανίαν. Φάβιος μὲν αὐτοῦ εἴξας τῇ μανίᾳ τῆς ἡγεμονίας ἐξεχώρησεν. Vales. ετ συιδας ς. ϝ. Ποστόμιος.
5.1 ὅτι ὁ αὐτὸς Ποστόμιος πρῶτον μὲν τὸ Κομίνιον ἐκ πολιορκίας παραλαμβάνει χρόνον οὐ πολὺν ἐν ταῖς προσβολαῖς διατρίψας, ἔπειτα Οὐενουσίαν πολυάνθρωπον καὶ ἄλλας πόλεις πλείστας ὅσας, ἐξ ὧν μύριοι μὲν ἐσφάγησαν, ἑξακισχίλιοι δὲ καὶ
5.2 διακόσιοι τὰ ὅπλα παρέδοσαν. ταῦτα διαπραξάμενος οὐχ ὅπως χάριτος ἢ τιμῆς τινος ἠξιώθη παρὰ τῆς βουλῆς, ἀλλὰ καὶ τὴν προυπάρχουσαν ἀξίωσιν ἀπέβαλεν. ἀποστελλομένων γὰρ εἰς μίαν τῶν ἁλουσῶν ὑπʼ ἐκείνου πόλεων, τὴν καλουμένην Οὐενουσίαν, δισμυρίων ἐποίκων ἕτεροι τῆς ἀποικίας ᾑρέθησαν ἡγεμόνες· ὁ δὲ τὴν πόλιν ἐξελὼν καὶ τὴν γνώμην τῆς ἀποστολῆς τῶν κληρούχων εἰσηγησάμενος οὐδὲ ταύτης ἄξιος ἐφάνη τῆς τιμῆς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme