Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 19

18.3 ἔπειτα ποῦ τὸν λοιπὸν ἔσομαι χρόνον; ἢ τίς ὑποδέξεταί με τόπος ἀπαρρησίαστον γενόμενον ὥσπερ εἰκός; ἡ σὴ βασιλεία, νὴ Δία, καὶ παρέξεις μοι σὺ τὴν τυραννικὴν ἅπασαν εὐδαιμονίαν; καὶ τί μοι τηλικοῦτο δώσεις ἀγαθόν, ὅσον ἀφελεῖ τὸ πάντων τιμιώτατον κτημάτων ἀφελόμενος, τὴν ἐλευθερίαν;
18.4 πῶς δʼ ἂν ὑπομεῖναι δυναίμην ἐγὼ τοῦ βίου μεταβολὴν ὀψὲ δουλεύειν διδασκόμενος; ὅπου γὰρ οἱ γεννηθέντες ἐν βασιλείαις καὶ τυραννίσιν, ὅταν εὐγενῶς ἔχωσι, τῆς ἐλευθερίας γλίχονται καὶ πάνθʼ ἡγοῦνται τἀγαθὰ ταύτης ἐλάττω, ἦ που οἱ ἐν ἐλευθέρᾳ καὶ ἑτέρων ἄρχειν μαθούσῃ πόλει βιώσαντες πρᾴως οἴσουσι τὴν ἐκ τῶν κρειττόνων ἐπὶ τὰ χείρω μεταβολήν, ἐξ ἐλευθέρων ὑπομείναντες δοῦλοι γενέσθαι, ἵνα λαμπρὰς παρατιθῶνται καθʼ ἡμέραν τραπέζας καὶ πολλοὺς θεράποντας περιάγωνται καὶ γυναικῶν καὶ παίδων εὐπρεπῶν ἀφειδεῖς ἀπολαύσεις λαμβάνωσιν, ὥσπερ ἐν τούτοις τῆς ἀνθρωπίνης εὐδαιμονίας κειμένης, ἀλλʼ οὐκ ἐν ἀρετῇ;
18.5 αὐτῶν δὲ τούτων, ἵνα συγχωρήσῃ τις αὐτὰ πολλῆς εἶναι σπουδῆς ἄξια, τίς γένοιτʼ ἂν ἱλαρὰ χρῆσις οὐκ ἔχουσα τὸ βέβαιον; ἐφʼ ὑμῖν γάρ ἐστι τοῖς παρέχουσι τὰς ἡδονὰς ταύτας, ὅταν αὐτοὶ θέλητε, πάλιν αὐτὰς ἀφαιρεῖσθαι. ἐῶ γὰρ λέγειν τοὺς φθόνους, τὰς διαβολάς, τὸ μηδένα χρόνον ἄνευ κινδύνου καὶ φόβου ζῆν, τἆλλα πολλά, ὅσα φέρει χαλεπὰ καὶ οὐκ ἄξια γενναίου φρονήματος ὁ παρὰ τοῖς βασιλεῦσι βίος.
18.6 μὴ τοσαύτη μανία κατάσχοι Φαβρίκιον, ὥστε τὴν περιβόητον καταλιπόντα Ῥώμην τὸν ἐν Ἠπείρῳ προελέσθαι βίον, καὶ ἐξὸν ἡγεμόνος ἡγεῖσθαι πόλεως ὑφʼ ἑνὸς ἀνδρὸς ἄρχεσθαι μηθὲν ἴσον τοῖς ἄλλοις φρονοῦντος καὶ τὰ πρὸς ἡδονὴν ἀκούειν παρὰ πάντων ἐθισθέντος.
18.7 ἀλλάξαι μέν γε τὸ φρόνημα καὶ ταπεινὸν ἐμαυτὸν ποιῆσαι βουλόμενος, ἵνα μηδὲν ὑποπτεύῃς ἐξ ἐμοῦ κακόν, οὐκ ἂν δυναίμην· διαμένων δὲ τοιοῦτος, οἷον ἡ φύσις καὶ τὰ ἔθη πεποίηκέ με, βαρὺς φανήσομαί σοι καὶ περισπᾶν δόξω τὴν ἡγεμονίαν εἰς ἐμαυτόν. τὸ δʼ ὅλον ἔχω σοι παραινεῖν, μὴ ὅτι Φαβρίκιον, ἀλλὰ μηδʼ ἄλλον μηδένα δέχεσθαι τῇ βασιλείᾳ μήτε κρείττονα μήτε ἴσον σεαυτῷ, μηδὲ ὅλως ἄνδρα ἐν ἐλευθέροις ἤθεσι τραφέντα καὶ φρόνημα μεῖζον ἢ κατʼ ἰδιώτην ἔχοντα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme