Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 2

42.3 κίνδυνον εὐδοκιμῶν. οὗτος δʼ ἐτάχθη μὲν ἡγεῖσθαι τῶν κατὰ μέσην ἀγωνιζομένων τὴν φάλαγγα καὶ τοὺς ἀντιτεταγμένους ἐνίκα, βουληθεὶς δὲ καὶ τὰ κέρατα τῶν Σαβίνων μοχθοῦντα ἤδη καὶ ἐξωθούμενα εἰς τὸ ἴσον καταστῆσαι, παρακελευσάμενος τοῖς ἀμφʼ αὑτὸν ἐδίωκε τοὺς φεύγοντας τῶν πολεμίων ἐσκεδασμένους καὶ μέχρι τῶν πυλῶν αὐτοὺς ἤλασεν, ὥστε ἠναγκάσθη καταλιπὼν ἡμιτελῆ τὴν νίκην ὁ Ῥωμύλος ἐπιστρέψαι τε καὶ ἐπὶ τὰ νικῶντα τῶν πολεμίων ὤσασθαι μέρη.
42.4 τὸ μὲν δὴ κάμνον τῶν Σαβίνων μέρος ἐν τῷ ἴσῳ πάλιν ἦν ἀπελθούσης τῆς μετὰ Ῥωμύλου δυνάμεως, ὁ δὲ κίνδυνος ἅπας περὶ τὸν Κούρτιον καὶ τοὺς σὺν ἐκείνῳ νικῶντας ἐγεγόνει. χρόνον μὲν οὖν τινα οἱ Σαβῖνοι δεξάμενοι τοὺς Ῥωμαίους λαμπρῶς ἠγωνίσαντο, ἔπειτα πολλῶν ἐπʼ αὐτοὺς συνιόντων ἐνέκλινάν τε καὶ διέσωζον ἑαυτοὺς ἐπὶ τὸν χάρακα, πολλὴν τοῦ Κουρτίου παρέχοντος αὐτοῖς εἰς τὸ μὴ διώκεσθαι τεταραγμένως, ἀλλὰ βάδην ἀποχωρεῖν ἀσφάλειαν.
42.5 αὐτὸς γὰρ εἱστήκει μαχόμενος καὶ τὸν Ῥωμύλον ἐπιόντα ἐδέχετο, γίνεταί τε τῶν ἡγεμόνων αὐτῶν συμπεσόντων ἀλλήλοις μέγας καὶ καλὸς ἀγών. ἔξαιμος δὲ ὢν ἤδη καὶ καταβελὴς ὁ Κούρτιος ὑπῄει κατʼ ὀλίγον, καὶ αὐτὸν ἐκ τῶν κατόπιν ὑπεδέχετο λίμνη βαθεῖα, ἣν περιελθεῖν μὲν χαλεπὸν ἦν περικεχυμένων πανταχόθεν τῶν πολεμίων, διελθεῖν δὲ ὑπό τε ἰλύος πλήθους, ἣν τὰ πέριξ τέλματα εἶχε, καὶ βάθους ὕδατος τοῦ κατὰ μέσην αὐτὴν συνεστῶτος ἄπορον.
42.6 ταύτῃ πλησιάσας ἔρριψεν ἑαυτὸν εἰς τὸ νᾶμα σὺν τοῖς ὅπλοις, καὶ ὁ Ῥωμύλος ὡς αὐτίκα δὴ τοῦ ἀνδρὸς ἐν τῇ λίμνῃ διαφθαρησομένου ʽκαὶ ἅμα ἀδύνατον ἦν κατὰ τέλματός τε αὐτὸν καὶ διʼ ὕδατος πολλοῦ διώκεινʼ ἐπὶ τοὺς ἄλλους Σαβίνους τρέπεται· ὁ δὲ Κούρτιος πολλὰ μοχθήσας σὺν χρόνῳ σώζεταί τε ἐκ τῆς λίμνης τὰ ὅπλα ἔχων καὶ εἰς τὸν χάρακα ἀπάγεται. οὗτος ὁ τόπος ἀνακέχωσται μὲν ἤδη, καλεῖται δʼ ἐξ ἐκείνου τοῦ πάθους Κούρτιος λάκκος ἐν μέσῳ μάλιστα ὢν τῆς Ῥωμαίων ἀγορᾶς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme