Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 2

46.2 ἦν δὲ τὰ συνομολογηθέντα τοῖς ἀνδράσι, περὶ ὧν τοὺς ὅρκους ἐποιήσαντο, τοιάδε· βασιλέας μὲν εἶναι Ῥωμαίων Ῥωμύλον καὶ Τάτιον ἰσοψήφους ὄντας καὶ τιμὰς καρπουμένους τὰς ἴσας, καλεῖσθαι δὲ τὴν μὲν πόλιν ἐπὶ τοῦ κτίσαντος τὸ αὐτὸ φυλάττουσαν ὄνομα Ῥώμην, καὶ ἕνα ἕκαστον τῶν ἐν αὐτῇ πολιτῶν Ῥωμαῖον, ὡς πρότερον, τοὺς δὲ σύμπαντας ἐπὶ τῆς Τατίου πατρίδος κοινῇ περιλαμβανομένους κλήσει Κυρίτας· πολιτεύειν δὲ τοὺς βουλομένους Σαβίνων ἐν Ῥώμῃ ἱερά τε συνενεγκαμένους καὶ εἰς φυλὰς καὶ εἰς φράτρας ἐπιδοθέντας.
46.3 ταῦτα ὀμόσαντες καὶ βωμοὺς ἐπὶ τοῖς ὅρκοις ἱδρυσάμενοι κατὰ μέσην μάλιστα τὴν καλουμένην ἱερὰν ὁδὸν συνεκεράσθησαν ἀλλήλοις. καὶ οἱ μὲν ἄλλοι τὰς δυνάμεις ἀναλαβόντες ἡγεμόνες ἀπῆγον ἐπʼ οἴκου, Τάτιος δὲ ὁ βασιλεὺς καὶ σὺν αὐτῷ τρεῖς ἄνδρες οἴκων τῶν διαφανεστάτων ὑπέμειναν ἐν Ῥώμῃ καὶ τιμὰς ἔσχον, ἃς τὸ ἀπʼ αὐτῶν ἐκαρποῦτο γένος, Οὐόλοσσος Οὐαλέριος καὶ Τάλλος Τυράννως ἐπίκλησιν καὶ τελευταῖος Μέττιος Κούρτιος, ὁ τὴν λίμνην σὺν τοῖς ὅπλοις διανηξάμενος, οἷς παρέμειναν ἑταῖροί τε καὶ συγγενεῖς καὶ πελάται, τῶν ἐπιχωρίων ἀριθμὸν οὐκ ἐλάττους.
47.1 καταστάντων δὲ τῶν πραγμάτων ἔδοξε τοῖς βασιλεῦσιν, ἐπειδὴ πολλὴν ἐπίδοσιν εἰς ὄχλου πλῆθος ἡ πόλις εἰλήφει, διπλάσιον τοῦ προτέρου ποιῆσαι τὸν τῶν πατρικίων ἀριθμὸν προσκαταλέξαντας σὺν τοῖς ἐπιφανεστάτοις οἴκοις ἐκ τῶν ὕστερον ἐποικησάντων ἴσους τοῖς προτέροις, νεωτέρους οὓς ἐκάλεσαν πατρικίους· ἐξ ὧν ἑκατὸν ἄνδρας, οὓς αἱ φρᾶτραι προεχειρίσαντο, τοῖς ἄρχαίοις βουλευταῖς προσέγραψαν.
47.2 περὶ μὲν οὖν τούτων ὀλίγου δεῖν πάντες οἱ συγγράψαντες τὰς Ῥωμαϊκὰς ἱστορίας συμπεφωνήκασιν, ὀλίγοι δέ τινες περὶ τοῦ πλήθους τῶν προσκαταγραφέντων βουλευτῶν διαφέρονται. οὐ γὰρ ἑκατὸν ἀλλὰ πεντήκοντα τοὺς ἐπεισελθόντας εἰς τὴν βουλὴν ἀποφαίνουσι γενέσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme