Book 2
56.3
οἱ δὲ τὰ πιθανώτερα γράφοντες πρὸς τῶν ἰδίων πολιτῶν λέγουσιν αὐτὸν ἀποθανεῖν. αἰτίαν δὲ τῆς ἀναιρέσεως αὐτοῦ φέρουσι τήν τε ἄφεσιν τῶν ὁμήρων, οὓς παρὰ Οὐιεντανῶν ἔλαβεν, ἄνευ κοινῆς γνώμης γενομένην παρὰ τὸ εἰωθός, καὶ τὸ μηκέτι τὸν αὐτὸν προσφέρεσθαι τρόπον τοῖς ἀρχαιοτάτοις πολίταις καὶ τοῖς προσγράφοις, ἀλλὰ τοὺς μὲν ἐν τιμῇ πλείονι ἄγειν, τῶν δʼ ἐπεισαχθέντων ὑπερορᾶν, τό τε ὠμὸν αὐτοῦ τὸ περὶ τὰς τιμωρίας τῶν ἐξαμαρτανόντων καὶ αὔθαδες, ʽῬωμαίων γάρ τινας ἐπὶ λῃστείᾳ τῶν πλησιοχώρων κατηγορηθέντας οὔτε ἀφανεῖς ἄνδρας οὔτε ὀλίγους ἐκέλευσεν ὦσαι κατὰ τοῦ κρημνοῦ τὴν δίκην αὐτὸς μόνος δικάσασʼ μάλιστα δὲ ὅτι βαρὺς ἤδη καὶ αὐθάδης εἶναι ἐδόκει καὶ τὴν ἀρχὴν οὐκέτι βασιλικῶς ἀλλὰ τυραννικώτερον ἐξάγειν.
56.4
διὰ ταύτας δὴ λέγουσι τὰς αἰτίας συστάντας ἐπʼ αὐτῷ τοὺς πατρικίους βουλεῦσαι τὸν φόνον, πρᾶξαι δὲ τὸ ἔργον ἐν τῷ βουλευτηρίῳ καὶ διελόντας τὸ σῶμα κατὰ μέρη χάριν τοῦ μὴ φανῆναι τὸν νεκρὸν ἐξελθεῖν κρύπτοντας ὑπὸ ταῖς περιβολαῖς ὅσον ἕκαστος εἶχεν αὐτοῦ
56.5
μέρος καὶ μετὰ τοῦτο γῇ κρύψαι κατὰ τὸ ἀφανές. οἱ δʼ ἐκκλησιάζοντα μὲν αὐτόν φασιν ὑπὸ τῶν νεοπολιτῶν Ῥωμαίων ἀναιρεθῆναι, ἐπιχειρῆσαι δʼ αὐτοὺς τῷ φόνῳ καθʼ ὃν χρόνον δηλαδὴ καὶ τὸ σκότος ἐγένετο διασκεδασθέντος ἐκ τῆς ἐκκλησίας τοῦ δήμου καὶ μονωθέντος τῆς φυλακῆς τοῦ ἡγεμόνος. διὰ τοῦτο γοῦν φασι τὴν ἡμέραν ἐν ᾗ τὸ πάθος ἐγένετο τῆς τροπῆς τοῦ πλήθους ἐπώνυμον εἶναι καὶ μέχρι τῶν καθʼ ἡμᾶς χρόνων ὄχλου φυγὴν καλεῖσθαι.
56.6
ἔοικε δʼ οὐ μικρὰν ἀφορμὴν παρέχειν τοῖς θεοποιοῦσι τὰ θνητὰ καὶ εἰς οὐρανὸν ἀναβιβάζουσι τὰς ψυχὰς τῶν ἐπιφανῶν τὰ συμβάντα ἐκ τοῦ θεοῦ περὶ τὴν σύγκρισιν τοῦ ἀνδρὸς ἐκείνου καὶ τὴν διάκρισιν. ἔν τε γὰρ τῷ βιασμῷ τῆς μητρὸς αὐτοῦ εἴθʼ ὑπʼ ἀνθρώπων τινὸς εἴθʼ ὑπὸ θεοῦ γενομένῳ τὸν ἥλιον ἐκλιπεῖν φασιν ὅλον καὶ σκότος παντελῶς ὥσπερ ἐν νυκτὶ τὴν γῆν κατασχεῖν ἔν τε τῇ τελευτῇ αὐτοῦ ταὐτὸ συμβῆναι λέγουσι πάθος.