Book 2
5.3
τοῖς δὲ πρὸς ἀνατολὰς βλέπουσιν ἀριστερὰ μὲν γίνεται τὰ πρὸς τὴν ἄρκτον ἐπιστρέφοντα μέρη, δεξιὰ δὲ τὰ πρὸς μεσημβρίαν φέροντα· τιμιώτερα δὲ τὰ πρότερα πέφυκεν εἶναι τῶν ὑστέρων. μετεωρίζεται γὰρ ἀπὸ τῶν βορείων μερῶν ὁ τοῦ ἄξονος πόλος, περὶ ὃν ἡ τοῦ κόσμου στροφὴ γίνεται, καὶ τῶν πέντε κύκλων τῶν διεζωκότων τὴν σφαῖραν ὁ καλούμενος ἀρκτικὸς ἀεὶ τῇδε φανερός· ταπεινοῦται δʼ ἀπὸ τῶν νοτίων ὁ καλούμενος ἀνταρκτικὸς κύκλος ἀφανὴς κατὰ τοῦτο τὸ μέρος.
5.4
εἰκὸς δὴ κράτιστα τῶν οὐρανίων καὶ μεταρσίων σημείων ὑπάρχειν, ὅσα ἐκ τοῦ κρατίστου γίνεται μέρους, ἐπειδὴ δὲ τὰ μὲν ἐστραμμένα πρὸς τὰς ἀνατολὰς ἡγεμονικωτέραν μοῖραν ἔχει τῶν προσεσπερίων, αὐτῶν δέ γε τῶν ἀνατολικῶν ὑψηλότερα τὰ βόρεια τῶν νοτίων, ταῦτα ἂν εἴη κράτιστα.
5.5
ὡς δέ τινες ἱστοροῦσιν ἐκ παλαιοῦ τε καὶ πρὶν ἢ παρὰ Τυρρηνῶν μαθεῖν τοῖς Ῥωμαίων προγόνοις αἴσιοι ἐνομίζοντο αἱ ἐκ τῶν ἀριστερῶν ἀστραπαί. Ἀσκανίῳ γὰρ τῷ ἐξ Αἰνείου γεγονότι, καθʼ ὃν χρόνον ὑπὸ Τυρρηνῶν, οὓς ἦγε βασιλεὺς Μεσέντιος, ἐπολεμεῖτο καὶ τειχήρης ἦν, περὶ τὴν τελευταίαν ἔξοδον, ἣν ἀπεγνωκὼς ἤδη τῶν πραγμάτων ἔμελλε ποιεῖσθαι, μετʼ ὀλοφυρμοῦ τόν τε Δία καὶ τοὺς ἄλλους αἰτουμένῳ θεοὺς αἴσια σημεῖα δοῦναι τῆς ἐξόδου φασὶν αἰθρίας οὔσης ἐκ τῶν ἀριστερῶν ἀστράψαι τὸν οὐρανόν. τοῦ δʼ ἀγῶνος ἐκείνου λαβόντος τὸ κράτιστον τέλος διαμεῖναι παρὰ τοῖς ἐκγόνοις αὐτοῦ νομιζόμενον αἴσιον τόδε τὸ σημεῖον.
6.1
τότε δʼ οὖν ὁ Ῥωμύλος ἐπειδὴ τὰ παρὰ τοῦ δαιμονίου βέβαια προσέλαβε, συγκαλέσας τὸν δῆμον εἰς ἐκκλησίαν καὶ τὰ μαντεῖα δηλώσας βασιλεὺς ἀποδείκνυται πρὸς αὐτῶν καὶ κατεστήσατο ἐν ἔθει τοῖς μετʼ αὐτὸν ἅπασι μήτε βασιλείας μήτε ἀρχὰς λαμβάνειν, ἐὰν μὴ καὶ τὸ δαιμόνιον αὐτοῖς ἐπιθεσπίσῃ, διέμεινέ τε μέχρι πολλοῦ φυλαττόμενον ὑπὸ Ῥωμαίων τὸ περὶ τοὺς οἰωνισμοὺς νόμιμον, οὐ μόνον βασιλευομένης τῆς πόλεως, ἀλλὰ καὶ μετὰ κατάλυσιν τῶν μονάρχων ἐν ὑπάτων καὶ στρατηγῶν καὶ τῶν