Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 20

8.3 μισητὸς ἦν. αἰσθόμενος δʼ ὑπούλως ἤδη πολλοὺς πρὸς ἑαυτὸν ἔχοντας εἴς τε τὰς πόλεις φρουρὰς εἰσῆγε πρόφασιν ποιούμενος τὸν ἀπὸ Καρχηδονίων πόλεμον καὶ τοὺς ἐπιφανεστάτους ἄνδρας ἐξ ἑκάστης πόλεως συλλαμβάνων ἀπέκτεινεν, ἐπιβουλὰς καὶ προδοσίας εὑρηκέναι ψευσάμενος· ἐν οἷς ἦν καὶ Θοίνων ὁ φρούραρχος, ὃς ὑπὸ πάντων ὡμολόγητο πλείστην σπουδὴν καὶ προθυμίαν εἴς τε τὴν διάβασιν αὐτῷ καὶ τὴν παράληψιν τῆς νήσου παρεσχῆσθαι· καὶ γὰρ ὑπήντησεν αὐτῷ ναυτικὸν στόλον ἄγων, καὶ τὴν ἐν ταῖς Συρακούσαις νῆσον, ἣν αὐτὸς ἐκράτει, παρέσχεν.
8.4 ἐπιχειρήσας δὲ καὶ Σωσίστρατον συλλαβεῖν διήμαρτε τῆς ἐλπίδος προαισθομένου τὴν ἐπιβουλὴν τοῦ ἀνδρὸς καὶ φυγόντος ἐκ τῆς πόλεως. ἀρξαμένων δὲ ταράττεσθαι τῶν πραγμάτων καὶ ἡ τῶν Καρχηδονίων πόλις καιρὸν ἐπιτήδειον εἰληφέναι νομίζουσα πρὸς ἀνάκτησιν τῶν ἀπολωλότων χωρίων στρατιὰν ἀπέστειλεν ἐπὶ τὴν νῆσον. Vales.
9.1 ὅτι ἀμηχανοῦντα τὸν Πύρρον καὶ πόρους παντοδαποὺς ἐπιζητοῦντα ὁρῶντες αὐτὸν οἱ κάκιστοι καὶ ἀνοσιώτατοι τῶν φίλων, Εὐήγορος Θεοδώρου καὶ Βάλακρος Νικάνδρου καὶ Δείναρχος Νικίου, τῶν ἀθέων καὶ ἐξαγίστων δογμάτων ζηλωταί, πόρον ὑποτίθενται χρημάτων ἀνοσίων, τοὺς ἱεροὺς ἀνοῖξαι τῆς Περσεφόνης θησαυρούς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme