Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 20

16.2 κυρωθέντος δὲ τοῦ περὶ τῆς τιμωρίας δόγματος πάτταλοί τε κατεπάγησαν ἐν τῇ ἀγορᾷ, καὶ παραγόμενοι κατὰ τριακοσίους ἄνδρας, περιηγμένοι τοὺς ἀγκῶνας ὀπίσω προσεδοῦντο τοῖς παττάλοις γυμνοί· ἔπειτα μάστιξιν αἰκισθέντες ἁπάντων ὁρώντων ἀπεκόπτοντο τῷ πελέκει τοὺς ὑπὸ ταῖς κεφαλαῖς νωτιαίους τένοντας· καὶ μετὰ τούτους ἕτεροι τριακόσιοι, καὶ αὖθις ἄλλοι τοσοῦτοι διεφθάρησαν, οἱ σύμπαντες τετρακισχίλιοι καὶ πεντακόσιοι. καὶ οὐδὲ ταφῆς ἔτυχον, ἀλλʼ ἑλκυσθέντες ἐκ τῆς ἀγορᾶς εἰς ἀναπεπταμένον τι πρὸ τῆς πόλεως χωρίον ὑπὸ οἰωνῶν καὶ κυνῶν διεφορήθησαν. Ambr.
17.1 τὸ ἄπορον πλῆθος, ᾧ καλῶν καὶ δικαίων φροντὶς ἦν οὐδεμία, παρακρουσθὲν ὑπὸ Σαυνίτου τινὸς εἰς τὸ αὐτὸ συνέρχεται. καὶ τὸ μὲν πρῶτον ἐπὶ τοῖς ὄρεσιν ἄγραυλον καὶ κακόπαθον τὸν βίον εἶχεν, ἐπεὶ δὲ πλεῖον ἤδη καὶ ἀξιόμαχον ἐδόκει γεγονέναι, πόλιν ἐχυρὰν καταλαμβάνεται, ὅθεν ὁρμώμενον ἐληίζετο πᾶσαν τὴν κύκλῳ χώραν.
17.2 ἐπὶ τούτους ἐξήγαγον στρατιὰν οἱ ὕπατοι καὶ οὐ πολλῇ σὺν πραγματείᾳ τὴν πόλιν αἱρησάμενοι τοὺς μὲν αἰτίους τῆς ἀποστάσεως αἰκισάμενοι ῥάβδοις ἀπέκτειναν, τοὺς δὲ λοιποὺς ἐλαφυροπώλησαν. ἔτυχε τῷ πρότερον ἐνιαυτῷ πεπραμένη μετὰ τῶν ἄλλων δορίκτήτων ἡ γῆ, καὶ τὸ πεσὸν ἀπὸ τῆς τιμῆς ἀργύριον διῃρημένον τοῖς πολίταις. αμβρ.
← Previous 16 / 16

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme