Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 20

3.1 βασιλεὺς δὲ Πύρρος ὡς ἔμαθεν, ὅτι Λευκανοὶ καὶ Βρέττιοι καὶ Ταραντῖνοι φεύγουσι προτροπάδην, καὶ λελώβηται τὸ κατʼ ἐκείνους μέρος ἡ φάλαγξ, ἐκ τῆς καθʼ ἑαυτὸν ἴλης μέρος τι παραδοὺς ἑτέροις ἡγεμόσι, καὶ ἀπὸ τοῦ δεξιοῦ κέρατος ἑτέρους ἱππεῖς, ὅσους ὑπέλαβεν ἀρκεῖν, ἀποστέλλει βοηθοὺς τοῖς ὑπὸ τῶν Ῥωμαίων διωκομένοις. ἐν οἷς δὲ ταῦτα ἐγίνετο χρόνοις, παρὰ τοῦ δαιμονίου βοήθεια τοῖς Ῥωμαίοις ἔκδηλος γίνεται.
3.2 Δαυνίων γάρ τινες ἐκ πόλεως Ἀργυρίππων, ἣν νῦν Ἄρπους καλοῦσι, πεζοὶ μὲν τετρακισχίλιοι, ἱππεῖς δὲ ἀμφὶ τοὺς τετρακοσίους, ἐπίκουροι τοῖς ὑπάτοις ἀποσταλέντες, ὡς ἐγένοντο πλησίον τοῦ βασιλικοῦ στρατοπέδου τὴν κατὰ νώτου τῶν πολεμίων ἄγουσαν ὁδὸν ἀπὸ ταὐτομάτου πορευόμενοι καὶ τὸ πεδίον εἶδον μεστὸν ἀνθρώπων, ὀλίγον ἐπισχόντες αὐτόθι χρόνον καὶ λογισμοὺς παντοδαποὺς λαβόντες, καταβαίνειν μὲν ἀπὸ τῶν μετεώρων καὶ συλλαμβάνειν τῆς μάχης ἀπέγνωσαν, οὔτε ὅπη τι φίλιόν ἐστιν εἰδότες οὔτε ὅπη πολέμιον, οὔτʼ ἐν ᾧ χωρίῳ στάντες ὠφέλειάν τινα παρέξουσι τοῖς σφετέροις δυνάμενοι συλλαβεῖν, κράτιστον δὲ ὑπέλαβον εἶναι περιστάντες τὸ στρατόπεδον τῶν πολεμίων ἐξελεῖν, ὡς αὐτοί τε πολλὰς καὶ καλὰς ἕξοντες ὠφελείας, εἰ κρατήσειαν τῶν ἀποσκευῶν, καὶ μεγάλην παρέξοντες τοῖς πολεμίοις ταραχήν, εἰ θεάσαιντο καιόμενον ἄφνω τὸν χάρακα· ἀπεῖχε δὲ τὸ χωρίον τῆς μάχης οὐ πλέον εἴκοσι σταδίων.
3.3 ταῦτά τε δὴ βουλευσάμενοι καὶ παρὰ αἰχμαλώτων τινῶν ἀκούσαντες, οὓς ἐπὶ ξυλισμὸν ἐλθόντας εἰλήφεσαν, ὅτι κομιδῆ τινες ὀλίγοι φυλάττουσι τὸν χάρακα, προσέβαλον αὐτοῖς πανταχόθεν. ὑπὲρ ὧν ἐπιγνοὺς ὁ Πύρρος ἱππέως τινὸς ἀπαγγείλαντος, ὃς ἀρξαμένου πολιορκεῖσθαι τοῦ χάρακος διεξελάσας τὸν ἵππον καὶ τὰ κέντρα προσβαλὼν παρῆν διὰ ταχέων — τὴν μὲν γὰρ ἄλλην δύναμιν ἐν τῷ πεδίῳ κατέχειν ἔγνω καὶ μήτε ἀνακαλεῖν μήτε κινεῖν τὴν φάλαγγα — τοὺς ἐλέφαντας καὶ ἀπὸ τῶν ἱππέων τοὺς εὐτολμοτάτους ἐπιλεξάμενος ἀποστέλλει βοηθοὺς τῷ χάρακι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme