Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 3

11.7 ἀλλʼ οὐδʼ ἑαυτῶν ἄρχειν. καθόλου δʼ ἔγωγε τόθʼ ὑπολαμβάνω δεῖν τὰς ἑτέρων διασύρειν πολιτείας καὶ τὴν ἰδίαν ἐπαινεῖν, ὅταν τις ἔχῃ δεῖξαι τὴν μὲν ἑαυτοῦ πόλιν ἐκ τοῦ ταῦτα ἐπιτηδεύειν ἅ φησιν εὐδαίμονα καὶ μεγάλην οὖσαν, τὰς δὲ διαβαλλομένας διὰ τὸ μὴ ταῦτα προαιρεῖσθαι κακοδαιμονούσας. τὰ δʼ ἡμέτερα πράγματα οὐχ οὕτως ἔχει, ἀλλʼ ἡ μὲν ὑμετέρα πόλις ἀπὸ μείζονος αὐχήματος ἀρχομένη καὶ πλειόνων ἀφορμῶν τυχοῦσα εἰς ἐλάττονα ὄγκον συνῆκται, ἡμεῖς δὲ μικρὰς τὰς πρώτας ἀρχὰς λαβόντες ἐν οὐ πολλῷ χρόνῳ μεγίστην τῶν πλησιοχώρων πόλεων τὴν Ῥώμην πεποιήκαμεν τούτοις τοῖς πολιτεύμασιν ὧν σὺ κατηγόρεις χρώμενοι.
11.8 τὸ δὲ στασιάζον ἡμῶν, ἐπεὶ καὶ τοῦτο διʼ αἰτίας εἶχες, ὦ Φουφέττιε, οὐκ ἐπὶ διαφθορᾷ καὶ ἐλαττώσει τῶν κοινῶν, ἀλλʼ ἐπὶ σωτηρίᾳ καὶ αὐξήσει γίνεται. φιλοτιμούμεθα γὰρ οἱ νεώτεροι πρὸς τοὺς πρεσβυτέρους καὶ οἱ ἔποικοι πρὸς τοὺς ἐπικαλεσαμένους, πότεροι πλείονα ποιήσομεν τὸ κοινὸν ἀγαθά.
11.9 ἵνα δὲ συντεμὼν εἴπω τοῖς μέλλουσιν ἑτέρων ἄρξειν δύο προσεῖναι δεῖ ταῦτα, τὴν ἐν τῷ πολεμεῖν ἰσχὺν καὶ τὴν ἐν τῷ βουλεύσθαι φρόνησιν, ἃ περὶ ἡμᾶς ἐστιν ἀμφότερα· καὶ ὅτι οὐ κενὸς ὁ κόμπος ἡ παντὸς λόγου κρείττων πεῖρα ἡμῖν μαρτυρεῖ. τοσαύτην γοῦν μεγέθει καὶ δυνάμει πόλιν οὐχ οἷόν τε ἦν γενέσθαι τρίτῃ γενεᾷ μετὰ τὸν οἰκισμόν, εἰ μὴ τό τε ἀνδρεῖον ἐπερίττευεν αὐτῇ καὶ τὸ φρόνιμον. ἱκαναὶ δὲ τεκμηριῶσαι τὸ κράτος αὐτῆς πολλαὶ πόλεις ἐκ τοῦ Λατίνων οὖσαι γένους καὶ τὴν κτίσιν ἀφʼ ὑμῶν ἔχουσαι, αἳ τὴν ὑμετέραν ὑπεριδοῦσαι πόλιν ἡμῖν προσκεχωρήκασι καὶ ὑπὸ Ῥωμαίων ἄρχεσθαι μᾶλλον ἀξιοῦσιν ἢ ὑπʼ Ἀλβανῶν, ὡς ἡμῶν μὲν ἀμφότερα ἱκανῶν ὄντων τούς τε φίλους εὖ ποιεῖν καὶ τοὺς ἐχθροὺς κακῶς, ὑμῶν δʼ οὐδέτερα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme