Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 3

12.3 ὁ δὲ Ἀλβανὸς τὸ μὲν ὀλίγοις σώμασι κινδυνεύειν τὰς πόλεις ὀρθῶς ἐνόμιζεν εἰρῆσθαι, περὶ δὲ τῆς ἑνὶ πρὸς ἕνα μάχης διεφέρετο λέγων ὅτι τοῖς μὲν ἡγουμένοις τῶν στρατοπέδων ὅταν ἰδίαν κατασκευάζωνται δυναστείαν καλὸς καὶ ἀναγκαῖός ἐστιν ὁ περὶ τῆς ἀρχῆς πρὸς ἀλλήλους ἀγών, ταῖς δὲ πόλεσιν αὐταῖς ἐπειδὰν ὑπὲρ τῶν πρωτείων διαφέρωνται πρὸς ἀλλήλας οὐ μόνον σφαλερὸς ἀλλὰ καὶ αἰσχρὸς ὁ διὰ μονομαχίας κίνδυνος, ἐάν τε τῆς κρείττονος λάβωνται τύχης ἐάν τε τῆς χείρονος.
12.4 τρεῖς δὲ ἄνδρας ἐπιλέκτους ἀφʼ ἑκατέρας πόλεως συνεβούλευεν ὑπὸ τὴν ἁπάντων ὄψιν Ἀλβανῶν τε καὶ Ῥωμαίων διαγωνίσασθαι. ἐπιτηδειότατον γὰρ εἶναι τόνδε τὸν ἀριθμὸν εἰς ἅπασαν ἀμφισβητουμένου πράγματος διαίρεσιν ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν ἔχοντα ἐν ἑαυτῷ. ταύτῃ προσθεμένων τῇ γνώμῃ Ῥωμαίων τε καὶ Ἀλβανῶν ὅ τε σύλλογος διελύθη καὶ ἐπὶ τοὺς ἰδίους ἀπῄεσαν ἑκάτεροι χάρακας.
13.1 ἔπειτα καλέσαντες εἰς ἐκκλησίαν τὰς δυνάμεις ἀμφοτέρας οἱ στρατηγοὶ διεξῆλθον ἅ τε διελέχθησαν αὐτοὶ πρὸς ἀλλήλους καὶ ἐφʼ οἷς συνέθεντο καταλύσασθαι τὸν πόλεμον. ἐπικυρωσάντων δὲ τῶν στρατευμάτων ἀμφοτέρων κατὰ πολλὴν εὐδόκησιν τὰς τῶν στρατηγῶν ὁμολογίας, θαυμαστὴ μετὰ τοῦτο κατεῖχε φιλοτιμία καὶ λοχαγοὺς καὶ στρατιώτας πολλῶν πάνυ προθυμουμένων ἐξενέγκασθαι τὰ τῆς μάχης ἀριστεῖα καὶ οὐ λόγῳ σπουδαζόντων μόνον, ἀλλὰ καὶ ἔργῳ φιλοτιμίας ἀποδεικνυμένων, ὥστε χαλεπὴν γενέσθαι τοῖς ἡγεμόσιν αὐτῶν τὴν τῶν ἐπιτηδειοτάτων διάγνωσιν.
13.2 εἰ γάρ τις ἦν ἢ πατέρων ἐπιφανείᾳ λαμπρὸς ἢ σώματος ῥώμῃ διαπρεπὴς ἢ πράξει τῇ κατὰ χεῖρα γενναῖος ἢ κατʼ ἄλλην τινὰ τύχην ἢ τόλμαν ἐπίσημος ἑαυτὸν ἠξίου τάττειν πρῶτον ἐν τοῖς τρισί.
13.3 ταύτην ἐπὶ πολὺ χωροῦσαν ἐν ἀμφοτέροις τοῖς στρατεύμασι τὴν φιλοτιμίαν ὁ τῶν Ἀλβανῶν ἔπαυσε στρατηγὸς ἐνθυμηθείς, ὅτι θεία τις πρόνοια ἐκ πολλοῦ προορωμένη τὸν μέλλοντα συμβήσεσθαι ταῖς πόλεσιν ἀγῶνα τοὺς προκινδυνεύσοντας ὑπὲρ αὐτῶν κατεσκεύασε γενέσθαι οἴκων τε οὐκ ἀφανῶν καὶ τὰ πολέμια ἀγαθοὺς ὀφθῆναί τε καλλίστους καὶ οὐ γενέσεως ὁμοίας τοῖς πολλοῖς μετειληφότας, ἀλλὰ σπανίου καὶ θαυμαστῆς διὰ τὸ παράδοξον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme