Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 3

19.4 ὀψὲ δʼ οὖν ποτε ὁ πρεσβύτατος τῶν Ἀλβανῶν τῷ πρὸς αὐτὸν ἀντιτεταγμένῳ συμπλέκεται παίων τε καὶ παιόμενος ἄλλας ἐπʼ ἄλλαις πληγὰς καί πως τυγχάνει τοῦ Ῥωμαίου διὰ βουβῶνος ἐνέγκας τὸ ξίφος. ὁ δὲ τοῖς τε ἄλλοις τραύμασι κεκαρωμένος ἤδη καὶ τὴν τελευταίαν πληγὴν θανατηφόρον ἔχων ὑπολυθέντων τῶν μελῶν καταρρυεὶς ἀποθνήσκει.
19.5 ὡς δὲ τοῦτʼ εἶδον οἱ θεαταὶ τῆς μάχης ἅμα πάντες ἀνεβόησαν, Ἀλβανοὶ μὲν ὡς νικῶντες ἤδη, Ῥωμαῖοι δʼ ὡς κρατούμενοι. τοὺς γὰρ δὴ σφετέρους δύο τοῖς τρισὶν Ἀλβανοῖς εὐκατεργάστους ὑπελάμβανον γενήσεσθαι. ἐν ᾧ δʼ ἐγίνετο ταῦτα, ὁ παρασπίζων τῷ πεσόντι Ῥωμαῖος ὁρῶν ἐπὶ τῷ κατορθώματι περιχαρῆ τὸν Ἀλβανὸν ὠθεῖται ταχὺς ἐπʼ αὐτὸν καὶ πολλὰ μὲν τραύματα δούς, πολλὰ δὲ αὐτὸς λαβὼν τυγχάνει πως κατὰ τῆς σφαγῆς αὐτοῦ
19.6 βάψας τὸ ξίφος καὶ διαχρησάμενος. μεταβαλούσης δὲ τῆς τύχης ἐν ὀλίγῳ τά τε τῶν ἀγωνιζομένων ἔργα καὶ τὰ τῶν θεωμένων πάθη, καὶ Ῥωμαίων μὲν ἀναθαρρησάντων ἐκ τῆς πρότερον κατηφείας, Ἀλβανῶν δὲ ἀφῃρημένων τὸ χαῖρον, ἑτέρα πάλιν ἀντιπνεύσασα τοῖς τῶν Ῥωμαίων κατορθώμασι τύχη τούτων μὲν ἐταπείνωσε τὰς ἐλπίδας, τὰ δὲ τῶν πολεμίων φρονήματα ἐπῆρεν. τοῦ γὰρ Ἀλβανοῦ πεσόντος ὁ τὴν πλησίον αὐτοῦ ἔχων στάσιν ἀδελφὸς συμπλέκεται τῷ καταβαλόντι, καὶ τυγχάνουσιν ἀμφότεροι κατὰ τὸν αὐτὸν χρόνον πληγὰς ἐξαισίους ἐξενέγκαντες κατʼ ἀλλήλων, ὁ μὲν Ἀλβανὸς τοῦ Ῥωμαίου κατὰ τοῦ μεταφρένου καὶ μέχρι τῶν σπλάγχνων βάψας τὸ ξίφος, ὁ δὲ Ῥωμαῖος ὑπελθὼν τὴν προβολὴν τοῦ πολεμίου καὶ τῶν ἰγνυῶν τὴν ἑτέραν ὑποτεμών.
20.1 ὁ μὲν δὴ τὸ καίριον τραῦμα λαβὼν εὐθὺς ἐτεθνήκει, ὁ δὲ τὴν ἰγνύαν τετρωμένος οὐκέτι βέβαιος ἦν ἑστάναι, σκάζων δὲ καὶ τὰ πολλὰ τῷ θυρεῷ διερειδόμενος ἀντεῖχεν ὅμως ἔτι καὶ μετὰ τοῦ περιλειπομένου τῶν ἀδελφῶν ἐπὶ τὸν ὑπομένοντα Ῥωμαῖον ἐχώρει, περιέστησάν τε αὐτὸν ὁ μὲν ἐξ ἐναντίας προσιών,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme