Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 3

21.6 κἀκεῖνος ὑπολαβών, φιλοῦντος, ἔφη, τὴν πατρίδα πολίτου καὶ τοὺς κακῶς αὐτῇ βουλομένους κολάζοντος, ἐάν τε ἀλλότριοι τύχωσιν αὐτῆς ὄντες, ἐάν τε οἰκεῖοι· ἐν οἷς τίθεμαι καὶ σέ, ἥτις ἑνὶ καιρῷ τὰ μέγιστα ἀγαθῶν τε καὶ κακῶν συμβεβηκότα ἡμῖν ἐπιγνοῦσα τήν τε νίκην τῆς πατρίδος, ἣν ὁ σὸς ἀδελφὸς ἐγὼ πάρειμι κατάγων, καὶ τὸν θάνατον τῶν ἀδελφῶν οὐκ ἐπὶ τοῖς ἀγαθοῖς, ὦ μιαρὰ σύ, τοῖς κοινοῖς τῆς πατρίδος χαίρεις οὔτʼ ἐπὶ ταῖς συμφοραῖς ταῖς ἰδίαις τῆς οἰκίας ἀλγεῖς, ἀλλʼ ὑπεριδοῦσα τῶν σεαυτῆς ἀδελφῶν τὸν τοῦ μνηστῆρος ἀνακλαίεις μόρον, οὐδʼ ὑπὸ τοῦ σκότους ἀποφθαρεῖσά που κατὰ μόνας, ἀλλʼ ἐν τοῖς ἁπάντων ὀφθαλμοῖς, καί μοι τὴν ἀρετὴν καὶ τοὺς στεφάνους ὀνειδίζεις, ὦ ψευδοπάρθενε καὶ μισάδελφε καὶ ἀναξία τῶν προγόνων. ἐπειδὴ τοίνυν οὐ τοὺς ἀδελφοὺς πενθεῖς, ἀλλὰ τοὺς ἀνεψιούς, καὶ τὸ μὲν σῶμα ἐν τοῖς ζῶσιν ἔχεις, τὴν δὲ ψυχὴν παρὰ τῷ νεκρῷ, ἄπιθι πρὸς ἐκεῖνον ὃν ἀνακαλῇ καὶ μήτε τὸν πατέρα μήτε τοὺς ἀδελφοὺς
21.7 καταίσχυνε. ταῦτʼ εἰπὼν οὐκ ἐφύλαξεν ἐν τῷ μισοπονήρῳ τὸ μέτριον, ἀλλʼ ὡς εἶχεν ὀργῆς ὠθεῖ διὰ τῶν πλευρῶν αὐτῆς τὸ ξίφος, ἀποκτείνας δὲ τὴν ἀδελφὴν παρῆν ὡς τὸν πατέρα. οὕτω δὲ ἄρα μισοπόνηρα καὶ αὐθάδη τὰ τῶν τότε Ῥωμαίων ἤθη καὶ φρονήματα ἦν καί, εἴ τις αὐτὰ βούλοιτο παρὰ τὰ νῦν ἔργα καὶ τοὺς ἐφʼ ἡμῶν ἐξετάζειν βίους, ὠμὰ καὶ σκληρὰ καὶ τῆς θηριώδους οὐ πολὺ ἀπέχοντα φύσεως, ὥστε πάθος οὕτω δεινὸν ὁ πατὴρ ἀκούσας οὐχ ὅπως ἠγανάκτησεν, ἀλλὰ καλῶς καὶ προσηκόντως ὑπέλαβε τὸ πραχθὲν ἔχειν·
21.8 ὅς γε οὔτε εἰς τὴν οἰκίαν εἴασεν εἰσενεχθῆναι τὸν νεκρὸν τῆς θυγατρὸς οὔτʼ ἐν τοῖς πατρῴοις τεθῆναι μνήμασιν ἐπέτρεψεν οὔτε κηδείας καὶ περιστολῆς καὶ τῶν ἄλλων νομίμων μεταλαβεῖν, ἀλλʼ οἱ παριόντες αὐτὴν ἐρριμμένην ἐν ᾧ διεχρήσθη χωρίῳ λίθους ἐπιφοροῦντες καὶ γῆν ἐκήδευσαν ὡς πτῶμα ἔρημον κηδομένων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme