Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 3

21.9 ταῦτά τε δὴ στερρὰ τοῦ ἀνδρὸς καὶ ἔτι πρὸς τούτοις, ἃ μέλλω λέγειν· ὡς γὰρ ἐπὶ καλοῖς τε καὶ εὐτυχέσιν ἔργοις αὐθημερὸν ἔθυε τοῖς πατρῴοις θεοῖς ἃς εὔξατο θυσίας καὶ τοὺς συγγενεῖς ἑστιάσει λαμπρᾷ τε καὶ καθάπερ ἐν ταῖς μεγίσταις ἑορταῖς ὑπεδέχετο ἐλάττους ἡγούμενος τὰς ἰδίας συμφορὰς τῶν κοινῶν τῆς πατρίδος ἀγαθῶν.
21.10 τοῦτο δʼ οὐ μόνον ὁ Ὁράτιος, ἀλλὰ καὶ μετʼ ἐκεῖνον ἄλλοι συχνοὶ Ῥωμαίων μνημονεύονται ποιήσαντες ἄνδρες ἐπιφανεῖς· λέγω δὲ τὸ θύειν καὶ στεφανηφορεῖν καὶ θριάμβους κατάγειν τέκνων αὐτοῖς ἀπολωλότων ἔναγχος, ὅταν εὐτυχήσῃ διʼ αὐτοὺς τὸ κοινόν· ὑπὲρ ὧν κατὰ τοὺς οἰκείους ἐρῶ καιρούς.
22.1 μετὰ δὲ τὴν μάχην τῶν τριδύμων Ῥωμαῖοι μὲν οἱ τότε ὄντες ἐπὶ στρατοπέδου ταφὰς ποιησάμενοι λαμπρὰς τῶν ἀποθανόντων ἐν οἷς ἔπεσον χωρίοις καὶ θύσαντες τἀπινίκια τοῖς θεοῖς ἐν εὐπαθείαις ἦσαν, Ἀλβανοὶ δὲ ἀχθόμενοι ἐπὶ τοῖς συμβεβηκόσι καὶ τὸν ἡγεμόνα διʼ αἰτίας ἔχοντες, ὡς κακῶς ἐστρατηγηκότα, ἄσιτοί τε οἱ πολλοὶ καὶ ἀθεράπευτοι τὴν ἑσπέραν ἐκείνην διετέλεσαν.
22.2 τῇ δʼ ἑξῆς ἡμέρᾳ καλέσας αὐτοὺς ὁ τῶν Ῥωμαίων βασιλεὺς εἰς ἐκκλησίαν καὶ πολλὰ παραμυθησάμενος, ὡς οὔτε ἄσχημον ἐπιτάξων αὐτοῖς οὐθὲν οὔτε χαλεπὸν οὔθʼ ὃ μὴ συγγενέσι πρέπει, τῇ δὲ αὐτῇ γνώμῃ περὶ ἀμφοτέρων τῶν πόλεων τὰ κράτιστα καὶ συμφορώτατα συμβουλεύσων, καὶ τὸν ἄρχοντά τε αὐτῶν Φουφέττιον ἐπὶ τῆς αὐτῆς ἀρχῆς κατασχὼν ἄλλο τε οὐδὲν τῶν πολιτικῶν μεθαρμοσάμενος οὐδὲ κινήσας ἀπῆγεν ἐπʼ οἴκου τὴν δύναμιν.
22.3 καταγαγόντι δὲ αὐτῷ τὸν ψηφισθέντα ὑπὸ τῆς βουλῆς θρίαμβον καὶ τὰ πολιτικὰ πράττειν ἀρξαμένῳ προσέρχονται τῶν πολιτῶν ἄνδρες οὐκ ἀφανεῖς τὸν Ὁράτιον ἄγοντες ὑπὸ δίκην, ὡς οὐ καθαρὸν αἵματος ἐμφυλίου διὰ τὸν τῆς ἀδελφῆς φόνον· καὶ καταστάντες μακρὰν διεξῆλθον δημηγορίαν τοὺς νόμους παρεχόμενοι τοὺς οὐκ ἐῶντας ἄκριτον ἀποκτείνειν οὐθένα καὶ τὰ παρὰ τῶν θεῶν ἁπάντων μηνίματα ταῖς μὴ κολαζούσαις πόλεσι τοὺς ἐναγεῖς διεξιόντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme